1 Samuel 20

CHAPTER 20

Jonathan and David Make a Covenant

και απέδρα Δαυίδ εξ Ναβάθ εν Ραμά και έρχεται ενώπιον Ιωναθάν και είπε τι πεποίηκα και τι το αδίκημά μου και τι ημάρτηκα ενώπιον του πατρός σου ότι επιζητεί την ψυχήν μου και είπεν αυτώ Ιωναθάν μηδαμώς σοι ου μη αποθάνης ιδού ου μη ποιήσει ο πατήρ μου ρήμα μέγα η μικρόν και ουκ αποκαλύψει το ωτιόν μου και τι ότι κρύψει ο πατήρ μου απ΄ εμού το ρήμα τούτο ουκ έστι τούτο και απεκρίθη Δαυίδ τω Ιωναθάν και είπε γινώσκων οίδεν ο πατήρ σου ότι εύρηκα χάριν εν οφθαλμοίς σου και είπε μη γνώτω τούτο Ιωναθάν μη ου βούληται αλλά ζη κύριος και ζη η ψυχή σου ότι καθώς είπον εμπέπλησται αναμέσον εμού και αναμέσον του πατρός σου έως θανάτου και είπεν Ιωναθάν προς Δαυίδ τι επιθυμεί η ψυχή σου και τι ποιήσω σοι και είπε Δαυίδ προς Ιωναθάν ιδού δη νεομηνία αύριον και εγώ καθίσας καθήσομαι μετά του βασιλέως φαγείν και εξαποστελείς με και κρυβήσομαι εν τω πεδίω έως δείλης εάν επισκεπτόμενος επισκέψηταί με ο πατήρ σου και ερείς παραιτούμενος παρητήσατο απ΄ εμού Δαυίδ δραμείν έως εις Βηθλεέμ της πόλεως αυτού ότι θυσία των ημερών εκεί όλη τη φυλή εάν τάδε είπη αγαθώς ειρήνη τω δούλω σου και εάν σκληρώς αποκριθή σοι γνώθι ότι συντετέλεσται η κακία παρ΄ αυτού και ποιήσεις έλεος μετά του δούλου σου ότι εισήγαγες τον δουλόν σου εις διαθήκην κυρίου μετά σεαυτού και ει έστιν αδικία εν τω δούλω σου θανάτωσόν με συ και έως του πατρός σου ινατί ούτως εισαγάγης με και είπεν Ιωναθάν μηδαμώς σοι ότι εάν γινώσκων γνω ότι συντετέλεσται η κακία παρά του πατρός μου του ελθείν επί σε και μη απαγγελώ σοι 10 και είπε Δαυίδ προς Ιωναθάν τις απαγγελεί μοι εάν αποκριθή ο πατήρ σου σκληρώς 11 και είπεν Ιωναθάν προς Δαυίδ πορεύου και εξέλθωμεν εις αγρόν και εκπορεύονται αμφότεροι εις αγρόν 12 και είπεν Ιωναθάν προς Δαυίδ κύριος ο θεός Ισραήλ οίδεν ότι ανακρίνω τον πατέρα μου κατά καιρόν τρισσώς και ιδού αγαθόν η υπέρ Δαυίδ και ου μη αποστειλώ προς σε εις αγρόν 13 τάδε ποιήσαι ο θεός τω Ιωναθάν και τάδε προσθείη εάν μη ανοίσω τα κακά επί σε και αποκαλύψω το ωτίον σου και εξαποστελώ σε και πορεύση εις ειρήνην και έσται κύριος μετά σου καθώς ην μετά του πατρός μου 14 και εάν έτι μου ζώντος ποιήσεις μετ΄ εμού έλεος κυρίου και εάν θανάτω αποθάνω 15 ουκ εξαρείς έλεός σου από του οίκου μου έως του αιώνος και μη εν τω εξαιρείν κύριον τους εχθρούς Δαυίδ έκαστον από του προσώπου της γης 16 εξαρθήσεται τω Ιωναθάν από του οίκου Δαυίδ και εκζητήσαι κύριος εκ χειρών εχθρών Δαυίδ 17 και προσέθετο Ιωναθάν ομόσαι τω Δαυίδ διά το αγαπάν αυτόν ότι ηγάπησεν ψυχήν αγαπώντος αυτόν

Jonathan Helps David to Escape

18 και είπεν αυτώ Ιωναθάν αύριον νεομηνία και επισκοπή επισκεπήσεται η καθέδρα σου 19 και τρισσεύσεις και επισκέψη και ήξεις εις τον τόπον ου εκρύβης εκεί τη ημέρα της εργασίας και καθήση παρά τω λίθω εκείνω 20 και εγώ τρισσεύσω εν ταις σχίζαις ακοντίζων και εκπέμπων εις την αματταρί 21 και ιδού αποστελλώ το παιδάριον λέγων δεύρο εύρέ μοι την σχίζαν εάν είπω τω παιδαρίω ώδε η σχίζα από σου ώδε λάβε αυτήν παραγίνου ότι ειρήνη σοι και ουκ έστι λόγος ζη κύριος 22 εάν δε τάδε είπω τω νεανία ώδε η σχίζα από σου και επέκεινα πορεύου ότι εξαπέσταλκέ σε κύριος 23 και περί του ρήματος ου λελαλήκαμεν εγώ και συ ιδού κύριος μάρτυς αναμέσον εμού και σου έως αιώνος 24 και κέκρυπται Δαυίδ εν αγρώ και εγένετο νουμηνία και έρχεται ο βασιλεύς επί την τράπεζαν του φαγείν 25 και εκάθισεν ο βασιλεύς επί την καθέδραν αυτού ως άπαξ και άπαξ επί της καθέδρας παρά τοίχον και προέφθασε αυτον Ιωναθάν και εκάθισεν Αβενήρ εκ πλαγίων του Σαούλ και επεσκέπη ο τόπος του Δαυίδ 26 και ουκ ελάλησε Σαούλ ουδέν εν τη ημέρα εκείνη ότι είπεν σύμπτωμα φαίνεται μη καθαρός είναι ότι ου κεκάθαρισται 27 και εγένετο τη επαύριον του μηνός τη ημέρα τη δευτέρα και επεσκέπη ο τόπος του Δαυίδ και είπε Σαούλ προς Ιωναθάν τον υιόν αυτού τι ότι ου παραγέγονεν ο υιός Ιεσσαί και εχθές και σήμερον επί την τράπεζαν 28 και απεκρίθη Ιωναθάν τω Σαούλ και είπεν παρήτηται παρ΄ εμού Δαυίδ έως εις Βηθλεέμ την πόλιν αυτού πορευθήναι 29 και είπεν εξαπόστειλον δη με ότι θυσία της φυλής ημίν εν τη πόλει και ενετείλαντο προς με οι αδελφοί μου και νυν ει εύρηκα χάριν εν οφθαλμοίς σου απελεύσομαι δη και όψομαι τους αδελφούς μου διά τούτο ου παραγέγονεν επί την τράπεζαν του βασιλέως 30 και εθυμώθη οργή Σαούλ επί Ιωναθάν σφόδρα και είπεν αυτώ υιέ κορασίων αυτομολούντων ου γαρ οίδα ότι συ μέτοχος ει τω υιώ Ιεσσαί εις αισχύνην σου και εις αισχύνην αποκαλύψεως μητρός σου 31 ότι πάσας τας ημέρας ας ο υιός Ιεσσαί ζη επί της γης ουχ ετοιμασθήση συ ουδέ η βασιλεία σου νυν ουν απόστειον και λάβε τον νεανίαν ότι υιός θανάτου εστίν 32 και απεκρίθη Ιωναθάν τω Σαούλ πατρί αυτού και είπεν ινατί αποθνήσκει τι πεποίηκε 33 και επήρε Σαούλ το δόρυ επί Ιωναθάν του θανατώσαι αυτόν και έγνω Ιωναθάν ότι συντετέλεσται η κακία αύτη παρά του πατρός αυτού του θανατώσαι Δαυίδ 34 και ανεπήδησεν Ιωναθάν από της τραπέζης εν οργή θυμού και ουκ έφαγεν άρτον εν τη δευτέρα ημέρα του μηνός ότι εθραύσθη επί τον Δαυίδ ότι εβουλεύσατο ο πατήρ αυτού συντελέσαι αυτόν 35 και εγένετο πρωϊ και εξήλθεν Ιωναθάν εις αγρόν καθώς ετάξατο εις το μαρτύριον τω Δαυίδ και παιδάριον μικρόν μετ΄ αυτού 36 και είπε τω παιδαρίω δράμε συ και εύρέ μοι τας σχίζας ας εγώ ακοντίζω και το παιδάριον έδραμε και αυτός ηκόντιζε τη βέλη και παρήγαγεν αυτήν 37 και ήλθε το παιδάριον έως του τόπου των βελών ων ηκόντιζεν Ιωναθάν και ανεβόησεν Ιωναθάν οπίσω του παιδαρίου και είπεν εκεί η σχίζα από σου και επέκεινα 38 και ανεβόησεν Ιωναθάν οπίσω του παιδαρίου αυτού λέγων ταχύνας σπεύσον και μη στης και ανέλεξε το παιδάριον Ιωναθάν τας σχίζας και ήνεγκε τας σχίζας προς τον κύριον αυτού 39 και το παιδάριον ουκ έγνω ουθέν πάρεξ Ιωναθάν και Δαυίδ έγνωσαν το ρήμα 40 και Ιωναθάν έδωκε τα σκεύη αυτού επί το παιδάριον αυτού και είπε τω παιδαρίω αυτού πορεύου είσελθε εις την πόλιν 41 και ως εισήλθε το παιδάριον και Δαυίδ ανέστη από του εργάβ και έπεσεν επί πρόσωπον αυτού επί την γην και προσεκύνησεν αυτώ τρις και κατεφίλησεν έκαστος τον πλησίον αυτού και έκλαυσεν έκαστος επί τω πλησίον αυτού έως συντελείας μεγάλης Δαυίδ υπερέβαλεν 42 και είπεν Ιωναθάν προς Δαυίδ πορεύου εις ειρήνην και ως ομωμόκαμεν ημείς αμφότεροι εν ονόματι κυρίου λέγοντες κύριος έσται μάρτυς αναμέσον εμού και σου και αναμέσον του σπέρματός μου και του σπέρματός σου έως αιώνος και ανέστη Δαυίδ και απήλθε και Ιωναθάν εισήλθεν εις την πόλιν
Copyright information for ABPGRK