1 Samuel 23

CHAPTER 23

David Saves Keilah from the Philistines

και απήγγειλαν τω Δαυίδ λέγοντες ιδού οι αλλόφυλοι πολεμούσιν εν τη Κεϊλά και αυτοί διαρπάζουσι τας άλω και επηρώτησε Δαυίδ διά του κυρίου λέγων ει πορευθώ και πατάξω τους αλλοφύλους τούτους και είπε κύριος προς Δαυίδ πορεύου και πατάξεις τους αλλοφύλους και σώσεις την Κεϊλά και είπον οι άνδρες του Δαυίδ προς αυτόν ιδού ημείς ενταύθα εν τη Ιουδαία φοβούμεθα και πως έσται εάν πορευθώμεν εις Κεϊλά εις τας κοιλάδας των αλλοφύλων και προσέθετο Δαυίδ έτι επερωτήσαι διά του κυρίου και απεκρίθη αυτώ κύριος και είπεν προς αυτόν ανάστηθι και κατάβηθι εις Κεϊλά ότι εγώ παραδίδωμι τους αλλοφύλους εις χείράς σου και επορεύθη Δαυίδ και οι άνδρες οι μετ΄ αυτού εις Κεϊλά και επολέμησε τους αλλοφύλοις και έφυγον εκ προσώπου αυτού και απήγαγε τα κτήνη αυτών και επάταξεν αυτοίς πληγήν μεγάλην και έσωσε Δαυίδ τους κατοικούντας Κεϊλά και εγένετο εν τω φεύγειν Αβιάθαρ τον υιόν Αχιμέλεχ προς Δαυίδ εις Κεϊλά κατέβη έχων εφούδ εν τη χειρί αυτού και απήγγελη τω Σαούλ ότι ήκει ο Δαυίδ εις Κεϊλά και είπε Σαούλ πέπρακεν αυτόν ο θεός εις τας χείρας μου ότι αποκέκλεισται εισελθών εις πόλιν θυρών και μοχλών και παρήγγειλε Σαούλ παντί τω λαώ καταβαινείν εις πόλεμον εις Κεϊλά του συνέχειν τον Δαυίδ και τους άνδρας αυτού και έγνω Δαυίδ ότι ου παρασιώπα Σαούλ περί αυτού την κακίαν και είπε Δαυίδ προς Αβιαθάρ τον ιερέα προσάγαγε το εφούδ 10 και είπε Δαυίδ κύριε ο θεός Ισραήλ ακούων ακήκοεν ο δούλός σου ότι ζητεί Σαούλ ελθείν εις Κεϊλά διαφθείραι την πόλιν δι΄ εμέ 11 ει αποκλεισθήσεται και νυν ει καταβήσεται Σαούλ καθώς ήκουσεν ο δούλός σου κύριε ο θεός Ισραήλ απάγγειλον τω δούλω σου και είπε κύριος καταβήσεται 12 και είπε Δαυίδ ει παραδώσουσιν οι από της Κεϊλά εμέ και τους άνδρας μου εις χείρας Σαούλ και είπε κύριος παραδώσουσιν 13 και ανέστη Δαυίδ και οι άνδρες αυτού ως εξακόσιοι και εξήλθον εκ Κεϊλά και επορεύοντο ου αν επορεύοντο και απηγγέλη τω Σαούλ ότι διασέσωσται Δαυίδ εκ Κεϊλά και ανήκε του εξελθείν

David Settles in the Wilderness

14 και εκάθισε Δαυίδ εν τη ερήμω εν τοις στενοίς και εκάθητο εν τη όρει εν τω ερήμω Ζιφ και εζήτει αυτόν Σαούλ πάσας τας ημέρας και ου παρέδωκεν αυτόν κύριος εις τας χείρας αυτού 15 και είδε Δαυίδ ότι εξέρχεται Σαούλ του ζητείν αυτόν και Δαυίδ ην εν τη ερήμω Ζιφ εν τη καινή 16 και ανέστη Ιωναθάν υιός Σαούλ και επορεύθη προς Δαυίδ εις καινήν και εκραταίωσε τας χείρας αυτού εν τω κυρίω 17 και είπε προς αυτόν μη φοβού ότι ου μη σε εύρη η χειρ Σαούλ του πατρός μου και συ βασιλεύσεις επί Ισραήλ και εγώ έσομαί σοι εις δεύτερον και Σαούλ ο πατήρ μου οίδεν ούτως 18 και διέθεντο αμφότεροι διαθήκην ενώπιον κυρίου και εκάθητο Δαυίδ εν τη καινή και Ιωναθάν απήλθεν εις οίκον αυτού 19 και ανέβησαν οι Ζιφαίοι προς Σαούλ επί τον βουνόν λέγοντες ουκ ιδού Δαυίδ κέκρυπται παρ΄ ημίν εν τοις στενοίς εν τη καινή εν τω βουνώ του Εχελά του εκ δεξιών του Ιεσσεμούν 20 και νυν παν το προς την ψυχήν του βασιλέως εις κατάβασιν καταβαινέτω προς ημάς αποκεκλεισμένοι εισιν εις τας χείρας του βασιλέως 21 και είπεν αυτοίς Σαούλ ευλογημένοι υμείς τω κυρίω ότι επονέσατε περί εμού 22 πορεύθητε δη και ετοιμάσατε έτι και γνώτε και ίδετε τον τόπον αυτού ου εστίν ο πους αυτού εν τάχει εκεί ου είπατε μή ποτε πανουργεύσηται 23 και ίδετε και γνώτε εκ πάντων των τόπων όπου αυτός κρύπτεται εκεί και επιστρέψατε προς με εις έτοιμον και πορεύσομαι μεθ΄ υμών και έσται ει έστιν επί της γης και εξερευνήσω αυτόν εν πάσαις χιλιάσιν Ιούδα 24 και ανέστησαν οι Ζιφαίοι και επορεύθησαν έμπροσθεν Σαούλ και Δαυίδ και οι άνδρες αυτού εν τη ερήμω τη Μαών καθ΄ εσπέραν εκ δεξιών του Ιεσσεμούν

Saul Pursues David in the Wilderness

25 και επορεύθη Σαούλ και οι άνδρες αυτού ζητείν τον Δαυίδ και απήγγειλαν τω Δαυίδ και κατέβη εις την πέτραν την εν τη ερήμω Μαών και ήκουσε Σαούλ και κατεδίωξεν εις την έρημον την Μαών οπίσω Δαυίδ 26 και πορεύεται Σαούλ και οι άνδρες αυτού εκ μέρους του όρους τούτου και Δαυίδ και οι άνδρες αυτού εκ μέρους του όρους τούτου και ην Δαυίδ σκεπαζόμενος πορεύεσθαι από προσώπου Σαούλ και Σαούλ και οι άνδρες αυτού παρενέβαλον επί Δαυίδ και τους άνδρας αυτού του συλλαβείν αυτούς 27 και άγγελος παρεγένετο προς Σαούλ λέγων σπεύδε και δεύρο ότι αλλόφυλοι επέθεντο επί την γην 28 και ανέστρεψε Σαούλ του μη καταδιώκειν οπίσω Δαυίδ και επορεύθη εις συνάντησιν των αλλοφύλων διά τούτο επεκλήθη ο τόπος εκείνος πέτρα η μερισθείσα 29 και ανέβη Δαυίδ εκείθεν και εκάθισεν εν τοις στενοίς Εγγαδδί
Copyright information for ABPGRK