1 Samuel 24

CHAPTER 24

Saul Seeks David's Life at EnGedi

και εγένετο ως ανέστρεψε Σαούλ από όπισθεν των αλλοφύλων και απήγγειλαν αυτώ λεγόντων ιδού Δαυίδ εν τη ερήμω Εγγαδδί και έλαβε μεθ΄ εαυτού τρείς χιλιάδας ανδρών εκλεκτών εκ παντός Ισραήλ και επορεύθη ζητείν τον Δαυίδ και τους άνδρας αυτού κατά πρόσωπον της θήρας των ελάφων και ήλθεν επι τας αγέλας των ποιμνίων των επί της οδού και ην εκεί σπήλαιον και Σαούλ εισήλθε παρασκευάσασθαι και Δαυίδ και οι άνδρες αυτού εν τω σπηλαίω εσώτερον εκάθηντο εν αυτώ

David Removes the Border of Saul's Garment

και είπον οι άνδρες Δαυίδ προς αυτόν ιδού η ημέρα αύτη ην είπε κύριος προς σε ιδού εγώ δίδωμι τον εχθρόν σου εις τας χείράς σου και ποιήσεις αυτώ ως αγαθόν εν τοις οφθαλμοίς σου και ανέστη Δαυίδ και αφείλε το πτερύγιον της διπλοϊδος του Σαούλ λαθραίως και εγένετο μετά ταύτα και επάταξε καρδία Δαυίδ αυτόν ότι αφείλε το πτερύγιον της διπλοϊδος αυτού και είπε Δαυίδ προς τους άνδρας αυτού μηδαμώς μοι παρά κυρίου ει ποιήσω το ρήμα τούτο τω κυρίω μου τω χριστώ κυρίου επενεγκείν χείρά μου επ΄ αυτόν ότι χριστός κυρίου ούτός εστιν και έπεισε Δαυίδ τους άνδρας αυτού εν λόγοις και ουκ έδωκεν αυτοίς αναστήναι και θανατώσαι τον Σαούλ και ανέστη Σαούλ και εξήλθεν εις την οδόν εκ του σπηλαίου και ανέστη Δαυίδ οπίσω αυτού εκ του σπηλαίου και εβόησε Δαυίδ οπίσω Σαούλ λέγων κύριε βασιλεύ και επέβλεψε Σαούλ εις τα οπίσω αυτού και έκυψε Δαυίδ επί πρόσωπον αυτού επί την γην και προσεκύνησεν αυτώ και είπε Δαυίδ προς Σαούλ ινατί ακούεις των λόγων του λαού λεγόντων ιδού Δαυίδ ζητεί την ψυχήν σου 10 ιδού εν τη ημέρα ταύτη εωράκασιν οι οφθαλμοί σου ως παρέδωκέ σε κύριος σήμερον εις χείρας μου εν τω σπηλαίω και ουκ ηβουλήθην αποκτείναί σε και εφεισάμην σου και είπα ουκ εποίσω χείρά μου επί τον κύριόν μου ότι χριστός κυρίου ούτός εστι 11 και πατήρ μου και ιδού το πτερύγιον της διπλοϊδος σου εν τη χειρί μου εγώ αφείλον το πτερύγιον της διπλοϊδος σου και ουκ απέκτεινά σε και γνώθι και ίδε σήμερον ότι ουκ έστι κακία εν τη χειρί μου ουδέ αθέτησις ουδέ ασέβεια και ουχ ημάρτηκα εις σε και συ δεσμεύεις την ψυχήν μου του λαβείν αυτήν 12 κρίναι κύριος αναμέσον εμού και σου και εκδικήσαι μοι κύριος εκ σου η δε χειρ μου ουκ έσται επί σε 13 καθώς λέγεται η παραβολή η αρχαία εξ ανόμων εξελεύσεται πλημμέλεια και η χειρ μου ουκ έσται επί σε 14 και νυν οπίσω τίνος εκπορεύη βασιλεύ του Ισραήλ οπίσω τίνος καταδιώκεις συ οπίσω κυνός τεθνηκότος η οπίσω ψύλλου ενός 15 γένοιτο κύριος εις κριτήν και δικαστήν αναμέσον εμού και σου και ίδοι κύριος και κρίναι την κρίσιν μου και δικάσαι μοι εκ χειρός σου 16 και εγένετο ως συνετέλεσε Δαυίδ λαλών τα ρήματα ταύτα προς Σαούλ και είπε Σαούλ η φωνή σου αύτη τέκνον Δαυίδ και επήρε Σαούλ την φωνήν αυτού και έκλαυσε 17 και είπε προς Δαυίδ δίκαιος συ υπέρ εμέ ότι συ ανταπέδωκάς μοι αγαθά εγώ δε ανταπέδωκά σοι κακά 18 και συ απήγγελκας σήμερον α εποίησας μοι αγαθά ως απέκλεισέ με κύριος εις τας χείράς σου σήμερον και ουκ απέκτεινάς με 19 και ότι ει εύροι τις τον εχθρόν αυτού εν θλίψει και εκπέμψει αυτόν εν οδώ αγαθή και κύριος ανταποδώσει αυτώ αγαθά καθώς συ πεποίηκας σήμερον 20 και νυν ιδού εγώ γινώσκω ότι βασιλεύων βασιλεύσεις και στήσεται η βασιλεία Ισραήλ εν χειρί σου 21 και νυν όμοσόν μοι κατά κυρίω ίνα μη εξολοθρεύσης το σπέρμα μου οπίσω μου και μη αφανισής το όνομά μου εκ του οίκου του πατρός μου 22 και ώμοσε Δαυίδ τω Σαούλ και απήλθε Σαούλ εις τον οίκον αυτού και Δαυίδ και οι άνδρες αυτού ανέβησαν εις Μεσσαρά την στενήν
Copyright information for ABPGRK