1 Samuel 25

CHAPTER 25

Nabal and Abigail

και Σαμουήλ απέθανε και συναθροίζεται πας Ισραήλ και κόπτονται αυτόν και θάπτουσιν αυτόν εν τω οίκω αυτού εν Αρμαθαϊμ και ανέστη Δαυίδ και κατέβη εις την έρημον φαράν και ην άνθρωπος εν τη Μαών και η εργασία αυτού εν τω Καρμήλω και ο άνθρωπος μέγας σφόδρα και τούτω πρόβατα τρισχίλια και αίγες χίλιαι και εγένετο εν τω κείρειν το ποίμνιον αυτού εν τω Καρμήλω και όνομα τω ανθρώπω Ναβάλ και όνομα τη γυναικί αυτού Αβιγαϊλ και η γυνή αυτού αγαθή συνέσει και καλή τω είδει σφόδρα και ο άνθρωπος σκληρός και πονηρός εν επιτηδεύμασι και ο άνθρωπος κυνικός και ήκουσε Δαυίδ εν τη ερήμω ότι κείρει Ναβάλ ο Καρμήλιος το ποίμνιον αυτού και απέστειλε Δαυίδ δέκα παιδάρια και είπε τοις παιδαρίοις ανάβητε εις τον Κάρμηλον και ήκατε προς Ναβάλ και ερωτήσατε αυτόν επί τω ονόματί μου τα εις ειρήνην και ερείτε τάδε εις ώρας και συ υγιαίνων και ο οίκός σου και πάντα τα σα υγιαίνοντα και νυν ιδού ακήκοα ότι κείρουσί σοι νυν οι ποιμένες σου οι ήσαν μεθ΄ ημών εν τη ερήμω και ουκ απεκωλύσαμεν αυτούς και ουκ ενετειλάμεθα αυτοίς ουδέν πάσας τας ημέρας όντων αυτών εν τω Καρμήλω ερώτησον τα παιδάριά σου και απαγγελούσί σοι και ευρέτωσαν τα παιδάριά σου χάριν εν οφθαλμοίς σου ότι εφ΄ ημέραν αγαθήν ήκομεν δος δη ο αν εύρη η χειρ σου τοις παισί σου και τω υιώ σου Δαυίδ και έρχεται τα παιδάρια Δαυίδ και λαλούσι προς Ναβάλ κατά πάντα τα ρήματα ταύτα εν τω ονόματι Δαυίδ 10 και ανεπήδησε Ναβάλ και απεκρίθη τοις παισί Δαυίδ και είπε τις ο Δαυίδ και τις ο υιός Ιεσσαί σήμερον πεπληθυμμένοι εισίν οι δούλοι αναχωρούντες έκαστος από προσώπου του κυρίου αυτού 11 και λήψομαι τους άρτους μου και τον οίνόν μου και τα θύματά μου α τέθυκα τοις κείρουσί μοι τα πρόβατα και δώσω αυτά ανδράσιν οις ουκ οίδα πόθεν εισί 12 και απεστράφησαν τα παιδάρια Δαυίδ εις την οδόν αυτών και ανέστρεψαν και ήλθον και ανήγγειλαν τω Δαυίδ κατά πάντα τα ρήματα ταύτα 13 και είπε Δαυίδ τοις ανδράσιν αυτού ζώσασθε έκαστος την μάχαιραν αυτού και Δαυίδ και αυτός εζώσατο την μάχαιραν αυτού και ανέβησαν οπίσω Δαυίδ ως τετρακόσιοι άνδρες και διακόσιοι εκάθισαν επί των σκευών 14 και τη Αβιγαϊλ γυναικί Ναβάλ απήγγειλεν εν από των παιδαρίων λέγων ιδού Δαυίδ απέστειλεν αγγέλους εκ της ερήμου ευλογήσαι τον κύριον ημών και εξέκλινεν απ΄ αυτών 15 και οι άνδρες αγαθοί ημίν σφόδρα και ουκ απεκώλυσαν ημάς ουδέ ενετείλαντο ημίν ουδέν πάσας τας ημέρας ας ήμεν παρ΄ αυτοίς εν τω είναι ημάς εν αγρώ 16 ωσεί τείχος ήσαν περί ημάς και την ημέραν και την νύκτα πάσας τας ημέρας όντων ημών μετ΄ αυτών και ποιμαινόντων τα ποίμνια 17 και νυν γνώθι και ίδε τι ποιήσεις ότι συντετέλεσται η κακία επί τον κύριον ημών και επί τον οίκον αυτού και αυτός υιός λοιμός και ουκ έστι λαλήσαι προς αυτόν 18 και έσπευσεν Αβιγαϊλ και έλαβε διακοσίους άρτους και δύο αγγεία οίνου και πέντε πρόβατα πεποιημένα και πέντε οίφι αλφίτων και γόμορ εν σταφίδων και διακοσίους παλάθας και έθετο επί τους όνους 19 και είπε τοις παιδαρίοις αυτής προπορεύεσθε έμπροσθέν μου και ιδού εγώ οπίσω υμών παραγίνομαι τω δε ανδρί αυτής Ναβάλ ουκ απήγγειλε 20 και εγένετο αυτής επιβεβηκυίης επί την όνον και καταβαινούσης εν σκέπη του όρους και ιδού Δαυίδ και οι άνδρες αυτού κατέβαινον εις συνάντησιν αυτής και απήντησεν αυτοίς 21 και Δαυίδ είπε ίσως εις άδικον εφύλαξα πάντα τα του Ναβάλ εν τη ερήμω και ουκ ητησάμην λαβείν εκ πάντων των αυτού ουδέν και ανταπέδωκέ μοι πονηρά αντί αγαθών 22 τάδε ποιήσαι ο θεός τοις εχθροίς Δαυίδ και τάδε προσθείη ει υπολείψομαι εκ πάντων των Ναβάλ έως πρωϊ ουρούντα προς τοίχον

Abigail Intercedes

23 και είδεν Αβιγαϊλ τον Δαυίδ και σπεύσασα κατέβη από της όνου και έπεσεν ενώπιον Δαυίδ επί πρόσωπον αυτής και προσεκύνησεν αυτώ επί την γην 24 και επί τους πόδας αυτού έπεσε και είπεν εν εμοί κύριέ μου η αδικία λαλησάτω δη η δούλη σου εις τα ώτα σου και άκουσον τον λόγων της δούλης σου

Abigail Prophesies before David

25 μη δη θέσθω ο κυριός μου την καρδίαν αυτού επί τον άνδρα τον λοιμόν τούτον επί Ναβάλ ότι κατά το όνομα αυτού ούτως εστι αυτός Ναβάλ όνομα αυτού και αφροσύνη μετ΄ αυτού και εγώ η δούλη σου ουκ είδον τα παιδάρια του κυρίου μου α απέστειλας 26 και νυν κύριέ μου ζη κύριος και ζη η ψυχή σου καθώς εκώλυσέ σε κύριος του μη ελθείν εις αίμα αθώον και σώζειν την χείρά σου σοι και νυν γένοιντο ως Ναβάλ οι εχθροί σου και οι ζητούντες τω κυρίω μου κακά 27 και νυν λάβε την ευλογίαν ταύτην ην ενήνοχεν η δούλη σου τω κυρίω μου και δώσεις τοις παιδαρίοις τοις παρεστηκόσι τω κυρίω μου 28 άρον δη το ανόμημα της δούλης σου ότι ποιών ποιήσει ο κύριος τω κυρίω μου οίκον πιστόν ότι πόλεμον κυρίου μου ο κύριος πολεμήσει και κακία ουχ ευρεθήσεται εν σοι πώποτε 29 και εάν αναστή άνθρωπος καταδιώκων σε και ζητών την ψυχήν σου και έσται η ψυχή κυρίου μου ενδεδεμένη εν δεσμώ της ζωής παρά κυρίω τω θεώ και την ψυχήν των εχθρών σου σφενδονήσεις εν μέσω της σφενδόνης 30 και έσται όταν ποιήσει κύριος τω κυρίω μου κατά πάντα α ελάλησεν αγαθά επί σε και εντελείταί σοι κύριος εις ηγούμενον επί Ισραήλ 31 και ουκ έσται σοι τούτο βδελυγμός και σκάνδαλον καρδίας τω κυρίω μου εκχέαι αίμα αθώον δωρεάν και σώσαι χείρα κυρίου ου εαυτώ και αγαθυνεί κύριος τω κυρίω μου και μνησθήση της δούλης σου του καλώς ποιήσαι αυτή 32 και είπε Δαυίδ τη Αβιγαϊλ ευλογητός κύριος ο θεός Ισραήλ ος απέστειλέ σε σήμερον εν ταύτη εις απάντησίν μοι 33 και ευλογητός ο τρόπος σου και ευλογημένη συ η αποκωλύσασά με σήμερον εν ταύτη μη ελθείν εις αίματα και σώσαι χείρά μου εμοί 34 πλην ζη κύριος ο θεός Ισραήλ ος απεκώλυσέ με σήμερον του κακοποιήσαί σοι ότι ει μη έσπευσας και παρεγένου εις απάντησίν μου ουκ αν υπολείφθη τω Ναβάλ έως φωτός του πρωϊ ουρών προς τοίχον 35 και έλαβε Δαυίδ εκ χειρός αυτής πάντα α ήνεγκεν αυτώ και είπεν αυτή ανάβηθι εις ειρήνην εις τον οίκόν σου βλέπε ήκουσα της φωνής σου και ηρέτισα το πρόσωπόν σου 36 και παρεγένετο Αβιγαϊλ προς Ναβάλ και ιδού ην αυτώ πότος εν τω οίκω αυτού ως ο πότος βασιλέως και η καρδία Ναβάλ αγαθή επ΄ αυτόν και αυτός μεθύων σφόδρα και ουκ απήγγειλεν Αβυγαϊλ τω Ναβάλ ρήμα μέγα η μικρόν έως φωτός του πρωϊ 37 και εγένετο πρωϊ ως εξένηψεν από του οίνου Ναβάλ απήγγειλεν αυτώ η γυνή αυτού πάντα τα ρήματα ταύτα και εναπέθανεν η καρδία αυτού εν αυτώ και αυτός γίνεται ως λίθος

David Marries Abigail

38 και εγένετο ωσεί δέκα ημέραι και επάταξε κύριος τον Ναβάλ και απέθανε 39 και ήκουσε Δαυίδ ότι απέθανε Ναβάλ και είπεν ευλογητός κύριος ος έκρινε την κρίσιν του ονειδισμού μου εκ χειρός Ναβάλ και τον δούλον αυτού περιεποιήσατο εκ χειρός κακών και την κακίαν Ναβάλ απέστρεψε κύριος εις την κεφαλήν αυτού και απέστειλε Δαυίδ και ελάλησε περί Αβιγαϊλ λαβείν αυτήν εαυτώ εις γυναίκα 40 και ήλθον οι παίδες Δαυίδ προς Αβιγαϊλ εις τον Κάρμηλον και ελάλησαν αυτή λέγοντες Δαυίδ απέστειλεν ημάς προς σε λαβείν σε αυτώ εις γυναίκα 41 και ανέστη προσεκύνησεν επί πρόσωπον επί την γην και είπεν ιδού η δούλη σου εις παιδίσκην νίπτειν τους πόδας των παίδων του κυρίου μου 42 και ετάχυνε και ανέστη Αβιγαϊλ και επέβη επί την όνον και πέντε κοράσια αυτής ηκολούθουν αυτή και επορεύθη οπίσω των αγγέλων Δαυίδ και γίνεται αυτώ εις γυναίκα 43 και την Αχιναάμ έλαβε Δαυίδ εξ Ιεζραέλ και αμφότεραι ήσαν αυτώ γυναίκες 44 και Σαούλ έδωκε Μελχόλ την θυγατέρα αυτού την γυναίκα Δαυίδ τω Φαλτί υιώ Λαϊς τω εκ Γαλίμ
Copyright information for ABPGRK