1 Samuel 26

CHAPTER 26

Saul Seeks David's Life in the Wilderness

και έρχονται οι Ζιφαίοι εις τον βουνόν προς Σαούλ λέγοντες ιδού Δαυίδ σκεπάζεται μεθ΄ ημών εν τω βουνώ του Εχελά του κατά πρόσωπον του Ιεσσεμούν και ανέστη Σαούλ και κατέβη εις την έρημον Ζιφ και μετ΄ αυτού τρεις χιλιάδες ανδρών εκλεκτών εξ Ισραήλ του ζητείν τον Δαυίδ εν τη ερήμω Ζιφ και παρενέβαλε Σαούλ εν τω βουνώ του Εχελά επί προσώπου Ιεσσεμούν του επί της οδού και Δαυίδ εκάθισεν εν τη ερήμω και είδε Δαυίδ ότι ήκει Σαούλ οπίσω αυτού εις την έρημον και απέστειλε Δαυίδ κατασκόπους και έγνω ότι ήκει Σαούλ έτοιμος εκεί και ανέστη Δαυίδ λάθρα και επορεύθη εις τον τόπον ου εκάθευδεν εκεί Σαούλ και είδε Δαυίδ τον τόπον ου εκοιμήθη εκεί Σαούλ και Αβενήρ υιός Νηρ αρχιστράτηγος αυτού εκεί και Σαούλ εκάθευδεν εν λαμπήνη και ο λαός παρεμβεβληκώς κύκλω αυτού και απεκρίθη Δαυίδ και είπε προς Αχιμέλεχ τον Χετταίον και προς Αβεσσαϊ υιόν Σαρουϊα αδελφόν Ιωάβ λέγων τις εισελεύσεται μετ΄ εμού προς Σαούλ εις την παρεμβολήν και είπεν Αβεσσαϊ εγώ εισελεύσομαι μετά σου

David Takes Saul's Spear

και εισπορεύεται Δαυίδ και Αβεσσαϊ εις τον λαόν την νύκτα και ιδού Σαούλ καθεύδων ύπνω εν λαμπήνη και το δόρυ αυτού εμπεπηγός εις την γην προς κεφαλής αυτού και Αβενήρ και ο λαός εκάθευδε κύκλω αυτού και είπεν Αβεσσαϊ προς Δαυίδ απέκλεισε κύριος σήμερον τον εχθρόν σου εις χείράς σου και νυν πατάξω δη αυτόν τω δόρατι εις την γην άπαξ και ου δευτερώσω αυτώ και είπε Δαυίδ προς Αβεσσαϊ μη διαφθείρης αυτόν ότι τις εποίσει χείρας αυτού εις τον χριστόν κυρίου και αθωωθήσεται 10 και είπε Δαυίδ ζη κύριος ότι εάν μη κύριος παίση αυτόν η η ημέρα αυτού έλθη και αποθάνη η εις πόλεμον καταβή και προστεθή 11 μηδαμώς μοι παρά κυρίου επενεγκείν χείρά μου επί χριστόν κυρίου και νυν λάβε δη το δόρυ από προς κεφαλής αυτού και τον φακόν του ύδατος και απέλθωμεν ημείς 12 και έλαβε Δαυίδ το δόρυ και τον φακόν του ύδατος από προς κεφαλής αυτού και απήλθον και ουκ ην ο βλέπων και ουκ ην ο γινώσκων και ουκ ην ο εξεγειρόμενος πάντες υπνούντες ότι θάμβος κυρίου επέπεσεν επ΄ αυτούς 13 και διέβη Δαυίδ εις το πέραν και έστη επί της κορυφής του όρους μακρόθεν και πολλή η οδός αναμέσον αυτών 14 και προσεκαλέσατο Δαυίδ τον λαόν και τω Αβενήρ ελάλησε υιώ Νηρ λέγων ουκ αποκριθήση Αβενήρ και απεκρίθη Αβεννήρ και είπε τις ει ο καλών με 15 και είπε Δαυίδ προς Αβεννήρ ουχί ανήρ συ και τις ως συ εν Ισραήλ και διατί ου φυλάσσεις τον κύριόν σου τον βασιλέα ότι εισήλθεν εις εκ του λαού διαφθείραι τον κύριόν σου τον βασιλέα 16 ουκ αγαθόν το ρήμα τούτο ο πεποιήκας ζη κύριος ότι υιοί θανάτου υμείς οι μη φυλάσσοντες τον βασιλέα τον κύριον υμών τον χριστόν κυρίου και νυν ίδε που εστί το δόρυ του βασιλέως και ο φακός του ύδατος τα προς κεφαλής αυτού 17 και επέγνω Σαούλ την φωνήν Δαυίδ και είπε η φωνή σου αύτη τέκνον Δαυίδ και είπε Δαυίδ φωνή μου κύριέ μου δούλος σου βασιλεύ 18 και είπεν ινατί τούτο καταδιώκει ο κυριός μου οπίσω του δούλου αυτού ότι τι ημάρτηκα και τι ευρέθη εν εμοί αδίκημα 19 και νυν ακουσάτω δη ο κυριός μου ο βασιλεύς τα ρήματα του δούλου αυτού ει ο θεός επισείει σε επ΄ εμέ οσφρανθείη η θυσία σου και ει υιοί ανθρώπων επικατάρατοι ούτοι ενώπιον κυρίου ότι εξέβαλόν με σήμερον μη στηριχθήναι εν κληρονομία κυρίου λέγοντες πορεύου δούλευε θεοίς ετέροις 20 και νυν μη πέσοι το αίμά μου επί την γην εξεναντίας προσώπου κυρίου ότι εξελήλυθεν ο βασιλεύς Ισραήλ ζητείν ψυχήν ένα καθώς καταδιώκει ο νυκτικόραξ εν τοις όρεσι 21 και είπε Σαούλ ημάρτηκα επίστρεφε τέκνον Δαυίδ ότι ου κακοποιήσω σε έτι ανθ΄ ων έντιμος ψυχή μου εν οφθαλμοίς σου και εν τη σήμερον μεματαίωμαι και ηγνόηκα πολλά σφόδρα 22 και απεκρίθη Δαυίδ και είπεν ιδού το δόρυ του βασιλέως διελθέτω δη εν των παιδαρίων και λαβέτω αυτό 23 και κύριος επιστρέψει εκάστω τας δικαιοσύνας αυτού και την πίστιν αυτού ως παρέδωκέ σε κύριος σήμερον εις χείράς μου και ουκ ηθέλησα επενεγκείν χείρά μου επί χριστόν κυρίου 24 και ιδού καθώς εμεγαλύνθη η ψυχή σου σήμερον εν ταύτη εν οφθαλμοίς μου ούτως μεγαλυνθείη η ψυχή μου ενώπιον κυρίου και σκεπάσαι με και εξέλοιτό με εκ πάσης θλίψεως 25 και είπε Σαούλ προς Δαυίδ ευλογημένος συ τέκνον Δαυίδ και ποιών ποιήσεις και δυνάμενος δυνήση και απήλθε Δαυίδ εις την οδόν αυτού και Σαούλ ανέστρεψεν εις τον τόπον αυτού
Copyright information for ABPGRK