1 Samuel 27

CHAPTER 27

David Dwells in Ziklag

και είπε Δαυίδ εν τη καρδία αυτού λέγων νυν προστεθήσομαι εν ημέρα μία εις χείρας Σαούλ και ουκ έστι μοι αγαθόν εάν μη διασωθώ εις γην αλλοφύλων και ανή απ΄ εμού Σαούλ του ζητείν με εις παν όριον Ισραήλ και σωθήσομαι εκ χειρός αυτού και ανέστη Δαυίδ και διέβη αυτός και οι εξακόσιοι άνδρες οι μετ΄ αυτού και επορεύθη προς Ακχίς υιόν Μαώχ βασιλέα Γεθ και εκάθισε Δαυίδ μετά Ακχίς εν Γεθ αυτός και οι άνδρες αυτού έκαστος και ο οίκος αυτού και Δαυίδ και αμφότεραι αι γυναίκες αυτού Αχιναάμ Ιεζραηλίτις και Αβιγαϊλ η γυνή Ναβάλ του Καρμηλίου και ανηγγέλη τω Σαούλ ότι πέφευγε Δαυίδ εις Γεθ και ου προσέθετο έτι ζητείν αυτόν και είπε Δαυίδ προς Ακχίς ει δη εύρηκεν ο δούλός σου χάριν εν οφθαλμοίς σου δότωσαν δη μοι τόπον εν μία των πόλεων των κατ΄ αγρόν και καθήσομαι εκεί και ινατί κάθηται ο δούλός σου εν πόλει βασιλευομένη μετά σου και έδωκεν αυτώ Ακχίς εν τη ημέρα εκείνη την Σεκελάγ διά τούτο εγενήθη Σεκελάγ τω βασιλεί της Ιουδαίας έως της ημέρας ταύτης και εγένετο ο αριθμός των ημερών ων εκάθισε Δαυίδ εν αγρώ των αλλοφύλων τέσσαρας μήνας και ανέβαινε Δαυίδ και οι άνδρες αυτού και επετίθεντο επί τον Γεσσουραίον και τον Ιεζαραίον και επί τον Αμαληκίτην ότι κατωκείτο η γη η από Γεσσούρ και έως γης Αιγύπτου και ετύπτε την γην και ουκ εζωογόνει άνδρα η γυναίκα και ελάμβανον ποίμνια και βουκόλια και όνους και καμήλους και ιματισμόν και ανέστρεφον και ήρχοντο προς Ακχίς 10 και είπεν Ακχίς προς Δαυίδ επί τίνα επέθεσθε σήμερον και είπε Δαυίδ προς Ακχίς κατά νότον της Ιουδαίας και κατά νότον Ιεραμιήλ και κατά νότον του Κενεζί 11 και άνδρα και γυναίκα ουκ εζωογόνει Δαυίδ του εισαγαγείν εις Γεθ λέγων μήποτε αναγγείλωσιν καθ΄ ημών λέγοντες τάδε Δαυίδ ποιεί και τόδε το δικαίωμα αυτού πάσας τας ημέρας ας εκάθητο Δαυίδ εν αγρώ των αλλοφύλων 12 και επιστεύθη Δαυίδ εν τω Ακχίς λέγων ήσχυνται αισχυνόμενος εν τω λαώ αυτού εν τω Ισραήλ και έσται μου δούλος εις τον αιώνα
Copyright information for ABPGRK