1 Samuel 29

CHAPTER 29

The Philistines War with Israel

και συναθροίζουσιν οι αλλόφυλοι πάσας τας παρεμβολάς αυτών εις Αφέκ και Ισραήλ παρενέβαλεν εν Ενδωρ την εν Ιεζραέλ και οι σατράπαι των αλλοφύλων παρεπορεύοντο εις εκατοντάδας και χιλιάδας και Δαυίδ και οι άνδρες αυτού παρεπορεύοντο επ΄ εσχάτων μετά Ακχίς και είπον οι σατράπαι των αλλοφύλων τίνες οι διαπορευόμενοι ούτοι και είπεν Ακχίς προς τους σατράπας των αλλοφύλων ουχ ούτος Δαυίδ ο δούλος Σαούλ βασιλέως Ισραήλ ος γέγονε μεθ΄ εμού ημέρας τούτο δεύτερον έτος και ουχ εύρηκα εν αυτώ ουδέν αφ΄ ης ημέρας έπεσε προς με έως της ημέρας ταύτης και εθυμώθησαν επ΄ αυτώ οι σατράπαι των αλλοφύλων και λέγουσιν αυτώ απόστρεψον τον άνδρα και αποστραφήτω εις τον τόπον αυτού ου κατέστησας αυτόν εκεί και μη ερχέσθω μεθ΄ ημών εις τον πόλεμον και μη γινέσθω επίβουλος τη παρεμβολή και εν τίνι διαλλαγήσεται ούτος τω κυρίω αυτού ουχί εν ταις κεφαλαίς των ανδρών εκείνων ουχ ούτος Δαυίδ ω εξήρχον εν χοροίς λέγοντες επάταξε Σαούλ εν χιλιάσιν αυτού και Δαυίδ εν μυριάσιν αυτού και εκάλεσεν Ακχίς τον Δαυίδ και είπεν αυτώ ζη κύριος ότι ευθύς συ και αγαθός εν οφθαλμοίς μου και η έξοδός σου και η είσοδός σου μετ΄ εμού εν τη παρεμβολή ότι ουχ εύρον κατά σου κακίαν αφ΄ ης ημέρας ήκεις προς με έως της ημέρας ταύτης και εν οφθαλμοίς των σατραπών ουκ αγαθός συ και νυν ανάστρεφε και πορεύου εις ειρήνην και ου μη ποιήσης κακίαν εν οφθαλμοίς των σατραπών των αλλοφύλων και είπε Δαυίδ προς Ακχίς τι πεποίηκά σοι και τι εύρες εν τω δούλω σου αφ΄ ης ημέρας ήμην ενώπιόν σου και έως ημέρας ταύτης ότι ου μη έλθω πολεμήσαι τους εχθρούς του κυρίου μου του βασιλέως και απεκρίθη Ακχίς και είπε προς Δαυίδ οίδα ότι αγαθός συ εν οφθαλμοίς μου καθώς άγγελος θεού αλλ΄ οι σατράπαι των αλλοφύλων λέγουσιν ουχ ήξει μεθ΄ ημών εις πόλεμον 10 και νυν όρθρισον τοπρωϊ συ και οι παίδες του κυρίου σου οι ήκοντες μετά σου και πορεύεσθε εις τον τόπον ου κατέστησα υμάς εκεί και ορθρίσατε εν τη οδώ και φωτισάτω υμίν και πορεύθητε 11 και ώρθρισε Δαυίδ αυτός και οι άνδρες αυτού του απελθείν τοπρωϊ και φυλάσσειν την γην των αλλοφύλων και οι αλλόφυλοι ανέβησαν πολεμείν επί Ισραήλ
Copyright information for ABPGRK