1 Samuel 7

CHAPTER 7

The Ark Brought into the House of Abinadab

και έρχονται οι άνδρες Καριαθιαρίμ και ανάγουσι την κιβωτόν την διαθήκης κυρίου και εισήγαγον αυτήν εις οίκον Αμιναδάβ τον εν τω βουνώ και τον Ελεάζαρ τον υιόν αυτού ηγίασαν φυλάσσειν την κιβωτόν διαθήκης κυρίου και εγένετο αφ΄ ης ημέρας ην η κιβωτός εν Καριαθιαρίμ επλήθυναν αι ημέραι και εγένοντο είκοσι έτη και επέβλεψε πας ο οίκος Ισραήλ οπίσω κυρίου και είπε Σαμουήλ προς πάντα οίκον Ισραήλ λέγων ει εν όλη καρδία υμών υμείς επεστρέψατε προς κύριον περιέλεσθε τους θεούς τους αλλοτρίους εκ μέσου υμών και τα άλση και ετοιμάσατε τας καρδίας υμών προς κύριον και δουλεύσατε αυτώ μόνω και εξελείται υμάς εκ χειρός των αλλοφύλων και περιείλον οι υιοί Ισραήλ τας Βαάλιμ και τα άλση Ασταρώθ και εδούλευσαν κυρίω μόνω

Samuel Judges Israel in Mizpeh

και είπε Σαμουήλ αθροίσατε πάντα Ισραήλ εις Μασσηφά και προσεύξομαι προς κύριον υπέρ υμών και συνήχθη ο λαός εις Μασσηφά και υδρεύοντο ύδωρ και εξέχεαν ενώπιον κυρίου επί την γην και ενήστευσαν εν τη ημέρα εκείνη και είπαν ημαρτήκαμεν τω κυρίου και εδίκαζε Σαμουήλ τους υιούς Ισραήλ εις Μασσηφά και ήκουσαν οι αλλόφυλοι ότι συνηθροίσθησαν πάντες οι υιοί Ισραήλ εις Μασσηφά και ανέβησαν οι σατράπαι των αλλοφύλων επί Ισραήλ και ήκουσαν οι υιοί Ισραήλ και εφοβήθησαν από προσώπου των αλλοφύλων και είπαν οι υιοί Ισραήλ προς Σαμουήλ μη παρασιωπήσης αφ΄ ημών του μη βοάν προς κύριον τον θεόν σου και σώσει ημάς εκ χειρός αλλοφύλων και έλαβε Σαμουήλ άρνα γαλαθηνόν ένα και ανήνεγκεν αυτόν ολοκαύτωσιν τω κυρίω συν παντί τω λαώ και εβόησε Σαμουήλ προς κύριον υπέρ του Ισραήλ και επήκουσεν αυτού ο κύριος

Israel Strikes the Philistines

10 και ην Σαμουήλ αναφέρων την ολοκαύτωσιν και οι αλλόφυλοι προσήγον εις πόλεμον επί Ισραήλ και εβρόντησε κύριος εν φωνή μεγάλη εν τη ημέρα εκείνη επί τους αλλοφύλους και συνεχύθησαν και έπταισαν ενώπιον Ισραήλ 11 και εξήλθον άνδρες Ισραήλ εκ Μασσηφά και κατεδίωξαν τους αλλοφύλους και επάταξαν αυτούς έως υποκάτω του Βαιθχόρ 12 και έλαβε Σαμουήλ λίθον ένα και έστησεν αυτόν αναμέσον Μασσηφά και αναμέσον της παλαιάς και εκάλεσε το όνομα αυτού Αβενέζερ ο σημαίνει λίθος του βοηθού και είπεν έως ενταύθα εβοήθησεν ημίν ο κύριος 13 και εταπείνωσε κύριος τους αλλοφύλους και ου προσέθεντο έτι ψου επελθείν εις όριον Ισραήλ και εγένετο χειρ κυρίου επί τους αλλοφύλους πάσας τας ημέρας του Σαμουήλ 14 και απεδόθησαν αι πόλεις ας έλαβον οι αλλόφυλοι παρά των υιών Ισραήλ από Ακαρών έως Γεθ και το όριον Ισραήλ αφείλοντο εκ χειρός των αλλοφύλων και ην ειρήνη αναμέσον Ισραήλ και αναμέσον του Αμορραίου 15 και εδίκαζε Σαμουήλ τον Ισραήλ πάσας τας ημέρας της ζωής αυτού 16 και επορεύετο κατ΄ ενιαυτόν ενιαυτόν και εκύκλου Βαιθήλ και την Γαλγάλ και την Μασσηφά και εδίκαζε τον Ισραήλ εν πάσι τοις τόποις τούτοις 17 η δε αποστροφή αυτού ην εν Αρμαθαϊμ ότι εκεί ην ο οίκος αυτού και εδίκαζεν εκεί τον Ισραήλ και ωκοδόμησεν εκεί θυσιαστήριον τω κυρίω
Copyright information for ABPGRK