1 Samuel 13

CHAPTER 13

The Philistines Wage War with Israel

1υιός ενιαυτού Σαούλ εν τω βασιλεύειν αυτόν και δύο έτη εβασίλευσεν εν Ισραήλ 2και εξελέξατο εαυτώ Σαούλ τρεις χιλιάδας ανδρών εκ των ανδρών Ισραήλ και ήσαν μετά Σαούλ δισχίλιοι εν Μαχμάς και εν τω όρει Βαιθήλ και χίλιοι ήσαν μετά Ιωναθάν εν Γαβαά του Βενιαμίν και το κατάλοιπον του λαού εξαπέστειλεν έκαστον εις το σκήνωμα αυτού 3και επάταξεν Ιωναθάν τον Νασίβ των αλλοφύλων τον εν τω βουνώ και ήκουσαν οι αλλόφυλοι και Σαούλ εσάλπισεν σάλπιγγι εις πάσαν την γην λέγων ηθετήκασιν οι δούλοι 4και πας Ισραήλ ήκουσαν λεγόντων πέπαικε Σαούλ τον Νασίβ των αλλοφύλων και ησχύνθησαν Ισραήλ εν τους αλλοφύλους και ανέβη ο λαός οπίσω Σαούλ εν Γάλγαλα 5και οι αλλόφυλοι συνάγονται εις πόλεμον προς τον Ισραήλ και αναβαίνουσιν επί τον Ισραήλ εις πόλεμον τριάκοντα χιλιάδες αρμάτων και εξ χιλιάδες ιππέων και λαός ως η άμμος η παρά το χείλος της θαλάσσης τω πλήθει και αναβαίνουσι και παρεμβάλλουσιν εν Μαχμάς εξεναντίας κατά νότου Βαιθαβέν 6και ανήρ Ισραήλ είδεν ότι στενώς αυτώ μη προσάγειν αυτόν και εκρύβη ο λαός εν τοις σπηλαίοις και εν ταις μάνδραις και εν ταις πέτραις και εν τοις βόθροις και εν τοις λάκκοις 7και οι διαβαίνοντες διέβησαν τον Ιορδάνην εις γην Γαδ και Γαλαάδ και Σαούλ έτι ην εν Γαλγάλοις και πας ο λαός εξέστη οπίσω αυτού 8και διέλιπεν επτά ημέρας τω μαρτυρίω ως είπε Σαμουήλ και ου παρεγένετο Σαμουήλ εις Γάλγαλα και διεσπάρη ο λαός αυτού απ΄ αυτού

Saul Sacrifices in Folly

9και είπε Σαούλ προσαγάγετε όπως ποιήσω ολοκαύτωσιν και ειρηνικάς και ανήνεγκε την ολοκαύτωσιν 10και εγένετο ως συνετέλεσεν αναφέρων την ολοκαύτωσιν και ιδού Σαμουήλ παραγένετο και εξήλθε Σαούλ εις απάντησιν αυτού ευλογήσαι αυτόν 11και είπε Σαμουήλ τι πεποίηκας και είπε Σαούλ διότι είδον ότι διεσπάρη ο λαός απ΄ εμού και συ ου παρεγένου εν τω μαρτυρίω των ημερών ως διέταξας και οι αλλόφυλοι συνήχθησαν εις Μαχμάς 12και είπα νυν καταβήσονται οι αλλόφυλοι προς με εις Γάλγαλα και του προσώπου του κυρίου ουκ εδεήθην και ενεκρατευσάμην και ανήνεγκα την ολοκαύτωσιν 13και είπε Σαμουήλ προς Σαούλ μεματαίωταί σοι ότι ουκ εφύλαξας την εντολήν μου ην ενετείλατό σοι κύριος ως ητοίμασε κύριος την βασιλείαν σου επί Ισραήλ έως αιώνος 14και νυν η βασιλεία σου ου στήσεταί σοι και ζητήσει κύριος εαυτώ άνθρωπον κατά την καρδίαν αυτού και εντελείται κύριος αυτώ εις άρχοντα επί τον λαόν αυτού ότι ουκ εφύλαξας όσα ενετείλατό σοι ο κύριος 15και ανέστη Σαμουήλ και απήλθεν εκ Γαλγάλων εις βουνόν Βενιαμίν και επεσκέψατο Σαούλ τον λαόν τον ευρεθέντα μετ΄ αυτού ως εξακοσίους άνδρας 16και Σαούλ και Ιωναθάν υιός αυτού και ο λαός οι ευρεθέντες μετ΄ αυτών εκάθισαν εν Γαβαά Βενιαμίν και οι αλλόφυλοι παρεμβεβλήκεισαν εν Μαχμάς 17και εξήλθε διαφθείρων εξ αγρού αλλοφύλων εν τρισίν αρχαίς η αρχή η μία επιβλέπουσα οδόν Γοφερά επί την γην Σωγάλ 18και αρχή η μία επιβλέπουσα οδόν Βαιθωρών και η αρχή η μία επιβλέπουσα οδόν Γαβαέ την εκκύπτουσα επί Γαί την Σαβαϊν την έρημον 19και τέκτων σιδήρου ουχ ευρίσκετο εν πάση τη γη Ισραήλ ότι είπον οι αλλόφυλοι μή ποτε ποιήσωσιν οι Εβραίοι ρομφαίαν και δόρυ 20και κατέβαινε πας Ισραήλ εις γην αλλοφύλων χαλκεύειν έκαστος το θέριστρον αυτού και το σκεύος αυτού και έκαστος την αξίνην αυτού και το δρέπανον αυτού 21και ην ο τρυγητός έτοιμος του θερίζειν εις δε τα σκεύη ην τρεις σίκλοι εις τον οδόντα και τη αξίνη και τω δρεπάνω υπόστασις ην η αυτή 22και εγένετο εν ταις ημέραις του πολέμου και ουχ ευρέθη ρομφαία και δόρυ εν χειρί παντός του λαού του μετά Σαούλ και Ιωναθάν και ευρέθη τω Σαούλ και τω Ιωναθάν υιώ αυτού 23και εξήλθεν εξ υποστάσεως των αλλοφύλων την εν τω πέραν Μαχμάς
Copyright information for ABPGRK