1 Thessalonians 2

CHAPTER 2

Paul's Motives

αυτοί γαρ οίδατε αδελφοί την είσοδον ημών την προς υμάς ότι ου κενή γέγονεν αλλά και προπαθόντες και υβρισθέντες καθώς οίδατε εν Φιλίπποις επαρρησιασάμεθα εν τω θεώ ημών λαλήσαι προς υμάς το ευαγγέλιον του θεού εν πολλώ αγώνι η γαρ παράκλησις ημών ουκ εκ πλάνης ουδέ εξ ακαθαρσίας ούτε εν δόλω αλλά καθώς δεδοκιμάσμεθα υπό του θεού πιστευθήναι το ευαγγέλιον ούτως λαλούμεν ουχ ως ανθρώποις αρέσκοντες αλλά τω θεώ τω δοκιμάζοντι τας καρδίας ημών ούτε γαρ ποτε εν λόγω κολακείας εγενήθημεν καθώς οίδατε ούτε εν προφάσει πλεονεξίας θεός μάρτυς ούτε ζητούντες εξ ανθρώπων δόξαν ούτε αφ΄ υμών ούτε από άλλων δυνάμενοι εν βάρει είναι ως χριστού απόστολοι αλλ΄ εγενήθημεν ήπιοι εν μέσω υμών ως αν τροφός θάλπη τα εαυτής τέκνα ούτως ιμειρόμενοι υμών ευδοκούμεν μεταδούναι υμίν ου μόνον το ευαγγέλιον του θεού αλλά και τας εαυτών ψυχάς διότι αγαπητοί ημίν γεγένησθε μνημονεύετε γαρ αδελφοί τον κόπον ημών και τον μόχθον νυκτός γαρ και ημέρας εργαζόμενοι προς το μη επιβαρήσαί τινα υμών εκηρύξαμεν εις υμάς το ευαγγέλιον του θεού 10 υμείς μάρτυρες και ο θεός ως οσίως και δικαίως και αμέμπτως υμίν τοις πιστεύουσιν εγενήθημεν 11 καθάπερ οίδατε ως ένα έκαστον υμών ως πατήρ τέκνα εαυτού παρακαλούντες υμάς και παραμυθούμενοι 12 και μαρτυρόμενοι εις το περιπατήσαι υμάς αξίως του θεού του καλούντος υμάς εις την εαυτού βασιλείαν και δόξαν 13 διά τούτο και ημείς ευχαριστούμεν τω θεώ αδιαλείπτως ότι παραλαβόντες λόγον ακοής παρ΄ ημών του θεού εδέξασθε ου λόγον ανθρώπων αλλά καθώς εστιν αληθώς λόγον θεού ος και ενεργείται εν υμίν τοις πιστεύουσιν 14 υμείς γαρ μιμηταί εγενήθητε αδελφοί των εκκλησιών του θεού των ουσών εν τη Ιουδαία εν χριστώ Ιησού ότι τα αυτά επάθετε και υμείς υπό των ιδίων συμφυλετών καθώς και αυτοί υπό των Ιουδαίων 15 των και τον κύριον αποκτεινάντων Ιησούν και τους ιδίους προφήτας και ημάς εκδιωξάντων και θεώ μη αρεσκόντων και πάσιν ανθρώποις εναντίων 16 κωλυόντων ημάς τοις έθνεσι λαλήσαι ίνα σωθώσιν εις το αναπληρώσαι αυτών τας αμαρτίας πάντοτε έφθασε δε επ΄ αυτούς η οργή εις τέλος 17 ημείς δε αδελφοί απορφανισθέντες αφ΄ υμών προς καιρόν ώρας προσώπω ου καρδία περισσοτέρως εσπουδάσαμεν το πρόσωπον υμών ιδείν εν πολλή επιθυμία 18 διό ηθελήσαμεν ελθείν προς υμάς εγώ μεν Παύλος και άπαξ και δις και ενέκοψεν ημάς ο σατανάς 19 τις γαρ ημών ελπίς η χαρά η στέφανος καυχήσεως η ουχί και υμείς έμπροσθεν του κυρίου ημών Ιησού χριστού εν τη αυτού παρουσία 20 υμείς γαρ εστε η δόξα ημών και η χαρά
Copyright information for ABPGRK