1 Thessalonians 4

CHAPTER 4

An Appeal to Sanctification

το λοιπόν ούν αδελφοί ερωτώμεν υμάς και παρακαλούμεν εν κυρίω Ιησού καθώς παρελάβετε παρ΄ ημών το πως δει υμάς περιπατείν και αρέσκειν θεώ ίνα περισσεύητε μάλλον οίδατε γαρ τίνας παραγγελίας εδώκαμεν υμίν διά του κυρίου Ιησού τούτο γαρ εστι θέλημα του θεού ο αγιασμός υμών απέχεσθαι υμάς από της πορνείας ειδέναι έκαστον υμών το εαυτού σκεύος κτάσθαι εν αγιασμώ και τιμή μη εν πάθει επιθυμίας καθάπερ και τα έθνη τα μη ειδότα τον θεόν το μη υπερβαίνειν και πλεονεκτείν εν τω πράγματι τον αδελφόν αυτού διότι έκδικος ο κύριος περί πάντων τούτων καθώς και προείπαμεν υμίν και διεμαρτυράμεθα ου γαρ εκάλεσεν ημάς ο θεός επί ακαθαρσία αλλ΄ εν αγιασμώ τοιγαρούν ο αθετών ουκ άνθρωπον αθετεί αλλά τον θεόν τον και δόντα το πνεύμα αυτού το άγιον εις ημάς περί δε της φιλαδελφίας ου χρείαν έχετε γράφειν υμίν αυτοί γαρ υμείς θεοδίδακτοί εστε εις το αγαπάν αλλήλους 10 και γαρ ποιείτε αυτό εις πάντας τους αδελφούς τους εν όλη τη Μακεδονία παρακαλούμεν δε υμάς αδελφοί περισσεύειν μάλλον 11 και φιλοτιμείσθαι ησυχάζειν και πράσσειν τα ίδια και εργάζεσθαι ταις ιδίαις χερσίν υμών καθώς υμίν παρηγγείλαμεν 12 ίνα περιπατήτε ευσχημόνως προς τους έξω και μηδενός χρείαν έχητε

The Arrival of The Lord

13 ου θέλομεν δε υμάς αγνοείν αδελφοί περί των κεκοιμημένων ίνα μη λυπήσθε καθώς και οι λοιποί οι μη έχοντες ελπίδα 14 ει γαρ πιστεύομεν ότι Ιησούς απέθανε και ανέστη ούτω και ο θεός τους κοιμηθέντας διά του Ιησού άξει συν αυτώ 15 τούτο γαρ υμίν λέγομεν εν λόγω κυρίου ότι ημείς οι ζώντες οι περιλειπόμενοι εις την παρουσίαν του κυρίου ου μη φθάσωμεν τους κοιμηθέντας 16 ότι αυτός ο κύριος εν κελεύσματι εν φωνή αρχαγγέλου και εν σάλπιγγι θεού καταβήσεται απ΄ ουρανού και οι νεκροί εν χριστώ αναστήσονται πρώτον 17 έπειτα ημείς οι ζώντες οι περιλειπόμενοι άμα συν αυτοίς αρπαγησόμεθα εν νεφέλαις εις απάντησιν του κυρίου εις αέρα και ούτω πάντοτε συν κυρίω εσόμεθα 18 ώστε παρακαλείτε αλλήλους εν τοις λόγοις τούτοις
Copyright information for ABPGRK