1 Thessalonians 5

CHAPTER 5

The Day of The Lord

περί δε των χρόνων και των καιρών αδελφοί ου χρείαν έχετε υμίν γράφεσθαι αυτοί γαρ ακριβώς οίδατε ότι η ημέρα κυρίου ως κλέπτης εν νυκτί ούτως έρχεται όταν γαρ λέγωσιν ειρήνη και ασφάλεια τότε αιφνίδιος αυτοίς εφίσταται όλεθρος ώσπερ η ωδίν τη εν γαστρί εχούση και ου μη εκφύγωσιν υμείς δε αδελφοί ουκ εστέ εν σκότει ίνα η ημέρα υμάς ως κλέπτης καταλάβη πάντες υμείς υιοί φωτός εστε και υιοί ημέρας ουκ εσμέν νυκτός ουδέ σκότους άρα ούν μη καθεύδωμεν ως και οι λοιποί αλλά γρηγορώμεν και νήφωμεν οι γαρ καθεύδοντες νυκτός καθεύδουσι και οι μεθυσκόμενοι νυκτός μεθύουσιν ημείς δε ημέρας όντες νήφωμεν ενδυσάμενοι θώρακα πίστεως και αγάπης και περικεφαλαίαν ελπίδα σωτηρίας ότι ουκ έθετο ημάς ο θεός εις οργήν αλλ΄ εις περιποίησιν σωτηρίας διά του κυρίου ημών Ιησού χριστού 10 του αποθανόντος υπέρ ημών ίνα είτε γρηγορώμεν είτε καθεύδωμεν άμα συν αυτώ ζήσωμεν 11 διό παρακαλείτε αλλήλους και οικοδομείτε εις τον ένα καθώς και ποιείτε

Final Exhortations

12 ερωτώμεν δε υμάς αδελφοί ειδέναι τους κοπιώντας εν υμίν και προϊσταμενους υμών εν κυρίω και νουθετούντας υμάς 13 και ηγείσθαι αυτούς υπερεκπερισσού εν αγάπη διά το έργον αυτών ειρηνεύετε εν εαυτοίς 14 παρακαλούμεν δε υμάς αδελφοί νουθετείτε τους ατάκτους παραμυθείσθε τους ολιγοψύχους αντέχεσθε των ασθενών μακροθυμείτε προς πάντας 15 οράτε μη τις κακόν αντί κακού τινί αποδώ αλλά πάντοτε το αγαθόν διώκετε και εις αλλήλους και εις πάντας 16 πάντοτε χαίρετε 17 αδιαλείπτως προσεύχεσθε 18 εν παντί ευχαριστείτε τούτο γαρ θέλημα θεού εν χριστώ Ιησού εις υμάς 19 το πνεύμα μη σβέννυτε 20 προφητείας μη εξουθενείτε 21 πάντα δοκιμάζετε το καλόν κατέχετε 22 από παντός είδους πονηρού απέχεσθε 23 αυτός δε ο θεός της ειρήνης αγιάσαι υμάς ολοτελείς και ολόκληρον υμών το πνεύμα και η ψυχή και το σώμα αμέμπτως εν τη παρουσία του κυρίου ημών Ιησού χριστού τηρηθείη 24 πιστός ο καλών υμάς ος και ποιήσει 25 αδελφοί προσεύχεσθε περί ημών 26 ασπάσασθε τους αδελφούς πάντας εν φιλήματι αγίω 27 ορκίζω υμάς τον κύριον αναγνωσθήναι την επιστολήν πάσι τοις αγίοις αδελφοίς 28 η χάρις του κυρίου ημών Ιησού χριστού μεθ΄ υμών αμήν
Copyright information for ABPGRK