1 Timothy 1

CHAPTER 1

Paul's Exhortation to Teach Sound Doctrine

1Παύλος απόστολος Ιησού χριστού κατ΄ επιταγήν θεού πατρός και σώτηρος ημών Ιησού χριστού της ελπίδος ημών 2Τιμοθέω γνησίω τέκνω εν πίστει χάρις έλεος ειρήνη από θεού πατρός ημών και Ιησού χριστού του κυρίου ημών 3καθώς παρεκάλεσά σε προσμείναι εν Εφέσω πορευόμενος εις Μακεδονίαν ίνα παραγγείλης τισί μη ετεροδιδασκαλείν 4μηδέ προσέχειν μύθοις και γενεαλογίαις απεράντοις αίτινες ζητήσεις παρέχουσι μάλλον η οικονομίαν θεού την εν πίστει 5το δε τέλος της παραγγελίας εστίν αγάπη εκ καθαράς καρδίας και συνειδήσεως αγαθής και πίστεως ανυποκρίτου 6ων τινές αστοχήσαντες εξετράπησαν εις ματαιολογίαν 7θέλοντες είναι νομοδιδάσκαλοι μη νοούντες α λέγουσι μήτε περί τίνων διαβεβαιούνται 8οίδαμεν δε ότι καλός ο νόμος εάν τις αυτώ νομίμως χρήται 9ειδώς τούτο ότι δικαίω νόμος ου κείται ανόμοις δε και ανυποτάκτοις ασεβέσι και αμαρτωλοίς ανοσίοις και βεβήλοις πατραλώαις και μητραλώαις ανδροφόνοις 10πόρνοις αρσενοκοίταις ανδραποδισταίς ψεύσταις επιόρκοις και ει τι έτερον τη υγιαινούση διδασκαλία αντίκειται 11κατά το ευαγγέλιον της δόξης του μακαρίου θεού ο επιστεύθην εγώ 12και χάριν έχω τω ενδυναμώσαντί με χριστώ Ιησού τω κυρίω ημών ότι πιστόν με ηγήσατο θέμενος εις διακονίαν 13τον πρότερον όντα βλάσφημον και διώκτην και υβριστήν αλλά ηλεήθην ότι αγνοών εποίησα εν απιστία 14υπερεπλεόνασε δε η χάρις του κυρίου ημών μετά πίστεως και αγάπης της εν χριστώ Ιησού 15πιστός ο λόγος και πάσης αποδοχής άξιος ότι χριστός Ιησούς ήλθεν εις τον κόσμον αμαρτωλούς σώσαι ων πρώτός ειμι εγώ 16αλλά διά τούτο ηλεήθην ίνα εν εμοί πρώτω ενδείξηται Ιησούς χριστός την πάσαν μακροθυμίαν προς υποτύπωσιν των μελλόντων πιστεύειν επ΄ αυτώ εις ζωήν αιώνιον 17τω δε βασιλεί των αιώνων αφθάρτω αοράτω μόνω σοφώ θεώ τιμή και δόξα εις τους αιώνας των αιώνων αμήν 18ταύτην την παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατά τας προαγούσας επί σε προφητείας ίνα στρατεύη εν αυταίς την καλήν στρατείαν 19έχων πίστιν και αγαθήν συνείδησιν ην τινες απωσάμενοι περί την πίστιν εναυάγησαν 20ων εστιν Υμέναιος και Αλέξανδρος ους παρέδωκα τω σατανά ίνα παιδευθώσι μη βλασφημείν
Copyright information for ABPGRK