1 Timothy 2

CHAPTER 2

Pray for All Men

παρακαλώ ούν πρώτον πάντων ποιείσθαι δεήσεις προσευχάς εντεύξεις ευχαριστίας υπέρ πάντων ανθρώπων υπέρ βασιλέων και πάντων των εν υπεροχή όντων ίνα ήρεμον και ησύχιον βίον διάγωμεν εν πάση ευσεβεία και σεμνότητι τούτο γαρ καλόν και απόδεκτον ενώπιον του σωτήρος ημών θεού ος πάντας ανθρώπους θέλει σωθήναι και εις επίγνωσιν αληθείας ελθείν εις γαρ θεός εις και μεσίτης θεού και ανθρώπων άνθρωπος χριστός Ιησούς ο δους εαυτόν αντίλυτρον υπέρ πάντων το μαρτύριον καιροίς ιδίοις εις ο ετέθην εγώ κήρυξ και απόστολος αλήθειαν λέγω εν χριστώ ου ψεύδομαι διδάσκαλος εθνών εν πίστει και αληθεία βούλομαι ούν προσεύχεσθαι τους άνδρας εν παντί τόπω επαίροντας οσίους χείρας χωρίς οργής και διαλογισμού

Instructions to Wives

ωσαύτως και τας γυναίκας εν καταστολή κοσμίω μετά αιδούς και σωφροσύνης κοσμείν εαυτάς μη εν πλέγμασιν η χρυσώ η μαργαρίταις η ιματισμώ πολυτελεί 10 αλλ΄ ο πρέπει γυναιξίν επαγγελλομέναις θεοσέβειαν δι΄ έργων αγαθών 11 γυνή εν ησυχία μανθανέτω εν πάση υποταγή 12 γυναικί δε διδάσκειν ουκ επιτρέπω ουδέ αυθεντείν ανδρός αλλ΄ είναι εν ησυχία 13 Αδάμ γαρ πρώτος επλάσθη είτα Εύα 14 και Αδάμ ουκ ηπατήθη η δε γυνή απατηθείσα εν παραβάσει γέγονε 15 σωθήσεται δε διά της τεκνογονίας εάν μείνωσιν εν πίστει και αγάπη και αγιασμώ μετά σωφροσύνης
Copyright information for ABPGRK