1 Timothy 2

CHAPTER 2

Pray for All Men

1παρακαλώ ούν πρώτον πάντων ποιείσθαι δεήσεις προσευχάς εντεύξεις ευχαριστίας υπέρ πάντων ανθρώπων 2υπέρ βασιλέων και πάντων των εν υπεροχή όντων ίνα ήρεμον και ησύχιον βίον διάγωμεν εν πάση ευσεβεία και σεμνότητι 3τούτο γαρ καλόν και απόδεκτον ενώπιον του σωτήρος ημών θεού 4ος πάντας ανθρώπους θέλει σωθήναι και εις επίγνωσιν αληθείας ελθείν 5εις γαρ θεός εις και μεσίτης θεού και ανθρώπων άνθρωπος χριστός Ιησούς 6ο δους εαυτόν αντίλυτρον υπέρ πάντων το μαρτύριον καιροίς ιδίοις 7εις ο ετέθην εγώ κήρυξ και απόστολος αλήθειαν λέγω εν χριστώ ου ψεύδομαι διδάσκαλος εθνών εν πίστει και αληθεία 8βούλομαι ούν προσεύχεσθαι τους άνδρας εν παντί τόπω επαίροντας οσίους χείρας χωρίς οργής και διαλογισμού

Instructions to Wives

9ωσαύτως και τας γυναίκας εν καταστολή κοσμίω μετά αιδούς και σωφροσύνης κοσμείν εαυτάς μη εν πλέγμασιν η χρυσώ η μαργαρίταις η ιματισμώ πολυτελεί 10αλλ΄ ο πρέπει γυναιξίν επαγγελλομέναις θεοσέβειαν δι΄ έργων αγαθών 11γυνή εν ησυχία μανθανέτω εν πάση υποταγή 12γυναικί δε διδάσκειν ουκ επιτρέπω ουδέ αυθεντείν ανδρός αλλ΄ είναι εν ησυχία 13Αδάμ γαρ πρώτος επλάσθη είτα Εύα 14και Αδάμ ουκ ηπατήθη η δε γυνή απατηθείσα εν παραβάσει γέγονε 15σωθήσεται δε διά της τεκνογονίας εάν μείνωσιν εν πίστει και αγάπη και αγιασμώ μετά σωφροσύνης
Copyright information for ABPGRK