2 Chronicles 1

CHAPTER 1

Solomon Reigns in Jerusalem

1και ενίσχυσε Σολομών υιός Δαυίδ επί την βασιλείαν αυτού και κύριος ο θεός αυτού μετ΄ αυτού και εμεγάλυνεν αυτόν εις ύψος 2και είπε Σολομών προς πάντα Ισραήλ τοις χιλιάρχοις και τοις εκατοντάρχοις και τοις κριταίς και πάσι τοις άρχουσιν εναντίον παντός Ισραήλ τοις άρχουσι των πατριών 3και επορεύθη Σολομών και πάσα η εκκλησία μετ΄ αυτού εις την υψηλήν την εν Γαβαών ου εκεί ην η σκηνή του μαρτυρίου του θεού ην εποίησε Μωυσής παις κυρίου εν τη ερήμω 4την δε κιβωτόν του θεού ανήνεγκε Δαυίδ εκ πόλεως Καριαθιαρείμ ότι ητοίμασεν αυτή Δαυίδ ότι έπηξεν αυτή σκηνήν εν Ιερουσαλήμ 5και το θυσιαστήριον το χαλκούν ο εποίησε Βεσελεήλ υιός Ουρεί υιού Ωρ εκεί ην έναντι της σκηνής κυρίου και εξεζήτησεν αυτό Σολομών και η εκκλησία 6και ανήνεγκε Σολομών εκεί επί το θυσιαστήριον το χαλκούν το ενώπιον κυρίου το εν τη σκηνή του μαρτυρίου και ανήνεγκεν επ΄ αυτό ολοκαύτωσιν χιλίαν 7εν τη νυκτί εκείνη ώφθη θεός τω Σολομώντι και είπεν αυτώ αίτησαι τι σοι δώσω 8και είπε Σολομών προς τον θεόν συ εποίησας μετά Δαυίδ του πατρός μου έλεος μέγα και εβασίλευσάς με αντ΄ αυτού 9και νυν κύριε ο θεός πιστωθήτω το ρήμά σου μετά Δαυίδ του πατρός μου ότι συ εβασίλευσάς με επί λαόν πολύν ως τον χουν της γης 10νυν σοφίαν και σύνεσιν δος μοι και εξελεύσομαι ενώπιον του λαού τούτου και εισελεύσομαι ότι τις κρινεί τον λαόν σου τον μέγαν τούτον 11και είπεν ο θεός προς Σολομώντα ανθ΄ ων εγένετο τούτο εν τη καρδία σου και ουκ ητήσω πλούτον χρημάτων ουδέ δόξαν ουδέ την ψυχήν των μισούντων σε και ουκ ητήσω ημέρας πολλάς και ήτησας σεαυτώ σοφίαν και σύνεσιν όπως κρίνης τον λαόν μου εφ΄ ον εβασίλευσά σε επ΄ αυτόν 12την σοφίαν και την σύνεσιν δίδωμί σοι και πλούτον και χρήματα και δόξαν δώσω σοι ως ουκ εγένετο όμοιός σοι εν τοις βασιλεύσι τοις έμπροσθέν σου και μετά σε ουκ έσται ούτως 13και ήλθε Σολομών εκ Βαμά της εν Γαβαών εις Ιερουσαλήμ από προσώπου της σκηνής του μαρτυρίου και εβασίλευσεν επί Ισραήλ 14και συνήγαγε Σολομών άρματα και ιππείς και εγένετο αυτώ χίλια και τετρακόσια άρματα και δώδεκα χιλιάδες ιππέων και κατέλιπεν αυτά εν ταις πόλεσι των αρμάτων και μετά του βασιλέως εν Ιερουσαλήμ 15και έθηκεν ο βασιλεύς το αργύριον και το χρυσίον εν Ιερουσαλήμ ως λίθους και τας κέδρους εν τη Ιουδαία ως συκαμίνους τας εν τη πεδινή εις πλήθος 16και η έξοδος των ίππων τω Σολομώντι εξ Αιγύπτου και η τιμή των εμπόρων του βασιλέως του εκπορεύεσθαι ηγόραζον 17και ανέβαινον και εξήγον εξ Αιγύπτου άρμα εν εξακοσίων αργυρίου και ίππον πεντήκοντα και εκατόν και ούτω πάσι τοις βασιλεύσι των Χετταίων και τοις βασιλεύσι της Συρίας εν χερσίν αυτών εξέφερον
Copyright information for ABPGRK