2 Chronicles 10

CHAPTER 10

Rehoboam Reigns in Judah

1και ήλθε Ροβοάμ εις Συχέμ ότι εις Συχέμ ήρχετο πας Ισραήλ βασιλεύσαι αυτόν 2και εγένετο ως ήκουσεν Ιεροβοάμ υιός Ναβάτ και αυτός εν Αιγύπτω ως έφυγεν από προσώπου Σολομώντος του βασιλέως και κατώκησεν Ιεροβοάμ εν Αιγύπτω και απέστρεψεν Ιεροβοάμ εξ Αιγύπτου 3και απέστειλαν και εκάλεσαν αυτόν και ήλθεν Ιεροβοάμ και πάσα η εκκλησία Ισραήλ και ελάλησαν προς Ροβοάμ λέγοντες 4ο πατήρ σου εσκλήρυνε τον ζυγόν ημών και νυν κούφισον συ από της δουλείας του πατρός σου της σκληράς και από του ζυγού αυτού του βαρέος ου έδωκεν εφ΄ ημάς και δουλεύσομέν σοι 5και είπεν αυτοίς πορεύεσθε έως τριών ημερών και έρχεσθε προς με και απήλθεν ο λαός 6και συνήγαγεν ο βασιλεύς Ροβοάμ τους πρεσβυτέρους τους εστώτας εναντίον Σολομώντος του πατρός αυτού εν τω ζην αυτόν λέγων πως υμείς βουλεύεσθε του αποκριθήναι τω λαώ τούτω λόγον 7και ελάλησαν αυτώ λέγοντες εάν εν τη σήμερον γένη εις αγαθόν τω λαώ τούτω και αρέση αυτοίς και λαλήσης αυτοίς λόγους αγαθούς και έσονταί σοι παίδες πάσας τας ημέρας

Rehoboam Forsakes the Counsel of the Elders

8και κατέλιπε την βουλήν των πρεσβυτέρων οι συνεβουλεύσαντο αυτώ και συνεβουλεύσατο μετά των παιδαρίων των συνεκτραφέντων μετ΄ αυτού των εστηκότων εναντίον αυτού 9και είπεν αυτοίς τι υμείς βουλεύεσθε και αποκριθήσομαι λόγον τω λαώ τούτω οι ελάλησαν προς με λέγοντες άνες από του ζυγού ου έδωκεν ο πατήρ σου εφ΄ ημάς 10και ελάλησαν αυτώ τα παιδάρια τα συνεκτραφέντα μετ΄ αυτού λέγοντα ούτως λαλήσεις τω λαώ τω λαλήσαντι προς σε λέγοντι ο πατήρ σου εβάρυνε τον ζυγόν ημών και συ νυν κούφισον από του ζυγού ημών ούτως ερείς προς αυτούς ο μικρός δάκτυλός μου παχύτετος της οσφύος του πατρός μου 11και νυν ο πατήρ μου ενέθηκεν υμίν ζυγόν βαρύν καγώ προσθήσω επί τον ζυγόν υμών ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι καγώ παιδεύσω υμάς εν σκορπίοις 12και ήλθεν Ιεροβοάμ και πας ο λαός προς Ροβοάμ τη ημέρα τη τρίτη ως ελάλησεν ο βασιλεύς λέγων επιστρέψατε προς με εν τη ημέρα τη τρίτη 13και απεκρίθη αυτοίς ο βασιλεύς σκληρά και εγκατέλιπεν ο βασιλεύς Ροβοάμ την βουλήν των πρεσβυτέρων 14και ελάλησε προς αυτούς κατά την βουλήν των νεωτέρων λέγων ο πατήρ μου εβάρυνε τον ζυγόν υμών και εγώ προσθήσω επ΄ αυτόν ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι και εγώ παιδεύσω υμάς εν σκορπίοις 15και ουκ ήκουσεν ο βασιλεύς του λαού ότι ην μεταστροφή από του θεού ινα αναστήση κύριος τον λόγον αυτού ον ελάλησεν εν χειρί Αχία του Συλωνίτου περί Ιεροβοάμ υιού Ναβάτ 16και πας Ισραήλ είδεν ότι ουκ ήκουσεν ο βασιλεύς αυτών και απεκρίθη ο λαός προς τον βασιλέα λέγων τις ημίν μερίς εν Δαυίδ και κληρονομία εν υιώ Ιεσσαί απότρεχε εις τα σκηνώματά σου Ισραήλ νυν βλέπε τον οίκον σου Δαυίδ και επορεύθη πας Ισραήλ εις τα σκηνώματα αυτού 17και άνδρες Ισραήλ οι κατοικούντες εν πόλεσιν Ιούδα εβασίλευσαν επ΄ αυτών τον Ροβοάμ 18και απέστειλεν Ροβοάμ ο βασιλεύς τον Αδοράμ τον επί του φόρου και ελιθοβόλησαν αυτόν οι υιοί Ισραήλ εν λίθοις και απέθανε και ο βασιλεύς Ροβοάμ έσπευσε του αναβήναι εις το άρμα του φυγείν εις Ιερουσαλήμ 19και ηθέτησεν Ισραήλ εν τω οίκω Δαυίδ έως της ημέρας ταύτης
Copyright information for ABPGRK