2 Chronicles 11

CHAPTER 11

The Kingdom Is Divided

1και ήλθε Ροβοάμ εις Ιερουσαλήμ και εξεκκλησίασε τον Ιούδαν και Βενιαμίν εκατόν ογδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον του πολεμήσαι μετά Ισραήλ του επιστρέψαι την βασιλείαν τω Ροβοάμ 2και εγένετο λόγος κυρίου προς Σαμέα άνθρωπον του θεού λέγων 3είπε προς Ροβοάμ τον του Σολομώντος βασιλέα Ιούδα και προς πάντα Ισραήλ τον μετά Ιούδα και Βενιαμίν λέγων 4τάδε λέγει κύριος ουκ αναβήσεσθε και ου πολεμήσετε μετά των αδελφών υμών αποστρέφετε έκαστος εις τον οίκον αυτού ότι παρ΄ εμού εγένετο το ρήμα τούτο και επήκουσαν του λόγου κυρίου και απεστράφησαν του μη πορευθήναι επί Ιεροβοάμ 5και κατώκησε Ροβοάμ εις Ιερουσαλήμ και ωκοδόμησε πόλεις τειχήρεις εν τη Ιουδαία 6και ωκοδόμησε την Βηθλεέμ και την Ετάμ και την Θεκωέ 7και Βεθσούρ και την Σοκχώ και την Οδολλάμ 8και την Γεθ και την Μαρισά και την Ζιφ 9και την Αδωράμ και Λαχείς και την Αζηκά 10και την Σαραά και την Αιαλώμ και την Χεβρών η εστι του Ιούδα και Βενιαμίν πόλεις τειχήρεις 11και ωχύρωσεν αυτάς τείχεσιν και έδωκεν εν αυταίς ηγουμένους και παραθέσεις βρωμάτων και έλαιον και οίνον 12κατά πόλιν και πόλιν θυρεούς και δόρατα και κατίσχυσεν αυτάς εις πλήθος σφόδρα και ήσαν αυτώ Ιούδας και Βενιαμίν 13και οι ιερείς και οι Λευίται οι ήσαν εν παντί Ισραήλ συνήχθησαν προς αυτόν εκ πάντων των ορίων 14ότι εγκατέλιπον οι Λευίται τα σκηνώματα αυτών τα της κατασχέσεως αυτών και επορεύθησαν προς Ιούδαν εις Ιερουσαλήμ ότι εξέβαλεν αυτούς Ιεροβοάμ και οι υιοί αυτού του μη λειτουργείν κυρίω 15και κατέστησεν εαυτώ ιερείς των υψηλών και τοις ειδώλοις και τοις ματαίοις και τοις μόσχοις ας εποίησεν Ιεροβοάμ 16και εξέβαλεν αυτούς από φυλών Ισραήλ οι έδωκαν καρδίαν αυτών του ζητήσαι κύριον τον θεόν Ισραήλ και ήλθον εις Ιερουσαλήμ θύσαι κυρίω τω θεώ των πατέρων αυτών 17και κατίσχυσαν την βασιλείαν Ιούδα και κατίσχυσε Ροβοάμ υιός Σολομώντος εις έτη τρία ότι επορεύθη οδώ Δαυίδ και Σολομώντος εις έτη τρία 18και έλαβεν εαυτώ Ροβοάμ γυναίκα την Μαελλέθ θυγατέρα Ιεριμούθ υιού Δαυίδ και Αβιχαϊλ θυγατέρα Ελιάβ υιου Ιεσσαί 19και έτεκεν αυτώ υιούς τον Ιεούς και τον Σαμαρίαν και τον Ζαάμ 20και μετά ταύτα έλαβεν την Μααχά εαυτώ την θυγατέρα Αβεσαλώμ και έτεκεν αυτώ τον Αβιά και τον Ιθθί και τον Ζιζά και τον Σαλομίθ 21και ηγάπησε Ροβοάμ την Μααχά θυγατέρα Αβεσαλώμ υπέρ πάσας τας γυναίκας αυτού και τας παλλακάς ότι γυναίκας δεκαοκτώ είχε και παλλακάς εξήκοντα και εγέννησεν είκοσι και οκτώ υιούς και θυγατέρας εξήκοντα 22και κατέστησεν Ροβοάμ τον Αβιά τον της Μααχά εις άρχοντα και εις ηγούμενον εν τοις αδελφοίς αυτού ότι διενοείτο βασιλεύσαι αυτόν 23και ηυξήθη παρά πάντας τους υιούς αυτού εν πάσι τοις ορίοις Ιούδα και Βενιαμίν και εν ταις πόλεσι ταις οχυραίς και έδωκεν αυτοίς τροφάς πλήθος πολύ και ητήσατο πλήθος γυναικών
Copyright information for ABPGRK