2 Chronicles 12

CHAPTER 12

Rehoboam Abandons the Commandments

και εγένετο ως ητοιμάσθη η βασιλεία Ροβοάμ και ως κατεκρατήθη εγκατέλιπε τον νόμον κυρίου και πας Ισραήλ μετ΄ αυτού και εγένετο εν τω έτει τω πέμπτω της βασιλείας Ροβοάμ ανέβη Σουσάκ βασιλεύς Αιγύπτου επί Ιερουσαλήμ ότι ήμαρτον εναντίον κυρίου εν χιλίοις και διακοσίοις άρμασι και εξήκοντα χιλιάσιν ιππέων και ουκ ην αριθμός του πλήθους του ελθόντος μετ΄ αυτού εξ Αιγύπτου Λίβυες Σουχιείμ και Αιθίοπες

Egypt Prevails Over Judah

και κατεκράτησαν των πόλεων των οχυρών αι ήσαν εν Ιούδα και ήλθον εις Ιερουσαλήμ και Σαμαίας ο προφήτης ήλθε προς Ροβοάμ και προς τους άρχοντας Ιούδα τους συναχθέντας εις Ιερουσαλήμ από προσώπου Σουσάκ και είπεν αυτοίς ούτως είπε κύριος υμείς εγκατελίπετέ με και εγώ εγκαταλείψω υμάς εν χειρί Σουσάκ και ησχύνθησαν οι άρχοντες Ισραήλ και ο βασιλεύς και είπον δίκαιος ο κύριος και εν τω ιδείν τον κύριον ότι ενετράπησαν εγένετο λόγος κυρίου προς Σαμαίαν λέγων ενετράπησαν ου καταφθερώ αυτούς και δώσω αυτούς ως μικρόν εις σωτηρίαν και ου μη στάξη ο θυμός μου επί Ιερουσαλήμ εν χειρί Σουσάκ ότι έσονται αυτώ εις παίδας και γνώσονται την δουλείαν μου και την δουλείαν της βασιλείας της γης και ανέβη Σουσάκ βασιλεύς Αιγύπτου επί Ιερουσαλήμ και έλαβε τους θησαυρούς τους εν οίκω κυρίου και τους θησαυρούς τους εν οίκω του βασιλέως τα πάντα έλαβε και έλαβε τους θυρεούς τους χρυσούς ους εποίησε Σολομών 10 και εποίησεν ο βασιλεύς Ροβοάμ θυρεούς χαλκούς αντ΄ αυτών και κατέστησεν επί χείρας αρχόντων των παρατρεχόντων των φυλασσόντων τον πυλώνα του βασιλέως 11 και εγένετο από ικανού εν τω εισπορεύεσθαι τον βασιλέα εις οίκον κυρίου εισεπορεύοντο και οι παρατρέχοντες και ελάμβανον τους θυρεούς και αποκαθίστων εις την τάξιν των παρατρεχόντων 12 και εν τω εντραπήναι αυτόν απεστράφη απ΄ αυτού οργή κυρίου και ουκ εις καταφθοράν εις τέλος και γαρ εν Ιούδα ήσαν λόγοι αγαθοί 13 και κατίσχυσεν ο βασιλεύς Ροβοάμ εν Ιερουσαλήμ και εβασίλευσε υιός τεσσαράκοντα και ενός έτους ην Ροβοάμ εν τω βασιλεύειν αυτόν και επτακαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ εν τη πόλει ην εξελέξατο κύριος επονομάσαι το όνομα αυτού εκεί εκ πασών φυλών των υιών Ισραήλ και το όνομα τη μητρί αυτού Νααμά η Αμμανίτις 14 και εποίησε το πονηρόν ότι ου κατεύθυνε την καρδίαν αυτού εκζητήσαι τον κύριον 15 και οι λόγοι Ροβοάμ οι πρώτοι και έσχατοι ουκ ιδού εισί γεγραμμένοι εν τοις λόγοις Σαμαίου του προφήτου και Αδδώ του ορώντος του γενεαλογήσαι και αι πράξεις αυτού και επολέμει Ροβοάμ και Ιεροβοάμ πάσας τας ημέρας 16 και εκοιμήθη Ροβοάμ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ και εβασίλευσεν Αβία υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK