2 Chronicles 14

CHAPTER 14

Asa Reigns in Judah

και εκοιμήθη Αβία μετά των πατέρων αυτού και έθαψαν αυτόν εν πόλει Δαυίδ και εβασίλευσεν Ασά υιός αυτού αντ΄ αυτού εν ταις ημέραις Ασά ησύχασεν η γη Ιούδα δέκα έτη και εποίησε το καλόν και το ευθές ενώπιον κυρίου του θεού αυτού και απέστησε τα θυσιαστήρια των αλλότρια και τα υψηλά και συνέτριψε τας στήλας και εξέκοψε τα άλση και είπε τω Ιούδα του εκζητήσαι τον κύριον τον θεόν των πατέρων αυτών και ποιήσαι τον νόμον και τας εντολάς και απέστησεν από πασών των πόλεων Ιούδα τα θυσιαστήρια και τα είδωλα και ειρήνευσε η βασιλεία ενώπιον αυτού και ωκοδόμησε πόλεις τειχήρεις εν γη Ιούδα ότι ειρήνευσεν η γη και ουκ ην αυτώ πόλεμος εν τοις έτεσι τούτοις ότι κατέπαυσε αυτώ κύριος και είπε τω Ιούδα οικοδομήσωμεν τας πόλεις ταύτας και ποιήσωμεν τείχη και πύργους και πύλας και μοχλούς εν ω της γης κυριεύομεν ότι καθώς εξεζητήσαμεν κύριον τον θεόν ημών εξεζήτησεν ημάς και κατέπαυσεν ημάς κυκλόθεν και ωκοδόμησαν και κατηύθυναν και εγένετο τω Ασά δύναμις οπλοφόρων αιρόντων θυρεούς και δόρατα εν Ιούδα τριακόσιαι χιλιάδες και εν Βενιαμίν πελτασταί και τοξόται διακόσιαι και ογδοήκοντα χιλιάδες πάντες ούτοι πολεμισταί δυνάμεως

Ethiopia Attacks Judah

και εξήλθεν επ΄ αυτούς Ζαραϊ ο Αιθίοψ εν δυνάμει εν χιλίαις χιλιάσι και εν άρμασι τριακοσίοις και ήλθεν έως Μαρησά 10 και εξήλθεν Ασά εις συνάντησιν αυτώ και παρετάξατο πόλεμον εν τη φάραγγι κατά βορράν Μαρησά 11 και εβόησεν Ασά προς κύριον θεόν αυτού και είπε κύριε ουκ αδυνατεί παρά σοι σώζειν εν πολλοίς η εν ολίγοις βοήθησον ημίν κύριε ο θεός ημών ότι επί σοι πεποίθαμεν και εν τω ονόματί σου ήλθομεν επί το πλήθος το πολύ τούτο κύριε ο θεός ημών συ ει ο θεός μη κατισχυσάτω προς σε άνθρωπος 12 και επάταξε κύριος τους Αιθίοπας εναντίον Ασά και εναντίον Ιούδα και έφυγον Αιθίοπες 13 και κατεδίωξεν αυτούς Ασά και ο λαός αυτού έως Γέραρα και έπεσον οι Αιθίοπες ώστε μη είναι εν αυτοίς περιποίησιν ότι συνετρίβησαν ενώπιον κυρίου και ενώπιον της δυνάμεως αυτού και εσκύλευσαν σκύλα πολλά 14 και εξέκοψαν τας κώμας αυτών κύκλω Γεδώρ ότι εγένετο έκστασις κυρίου επ΄ αυτούς και διήρπασαν πάσας τας πόλεις αυτών ότι πολλά σκύλα εγενήθη αυτοίς 15 και γε σκηνάς κτηνών εξέκοψαν και έλαβον πρόβατα πολλά και καμήλους και επέστρεψαν εις Ιερουσαλήμ
Copyright information for ABPGRK