2 Chronicles 17

CHAPTER 17

Jehoshaphat Reigns in Judah

1και εβασίλευσεν Ιωσαφάτ υιός αυτού αντ΄ αυτού και κατίσχυσεν Ιωσαφάτ επί τον Ισραήλ 2και έδωκε δύναμιν εν πάσαις ταις πόλεσιν Ιούδα ταις οχυραίς και κατέστησεν ηγουμένους εν τη γη Ιούδα και εν ταις πόλεσιν Εφραϊμ ας προκατελάβετο Ασά ο πατήρ αυτού 3και εγένετο κύριος μετά Ιωσαφάτ ότι επορεύθη εν οδοίς Δαυίδ του πατρός αυτού ταις πρώταις και ουκ εξεζήτησε τα είδωλα 4αλλά κύριον τον θεόν του πατρός αυτού εξεζήτησε και εν ταις εντολαίς αυτού επορεύθη και ου κατά τα έργα Ισραήλ 5και κατεύθυνε κύριος την βασιλείαν εν χειρί αυτού και έδωκε πας Ιούδα δώρα τω Ιωσαφάτ και εγένετο αυτώ πλούτος και δόξα πολλή 6και υψώθη η καρδία αυτού εν οδοίς κυρίου και έτι εξήρε τα υψηλά και τα άλση από της γης Ιούδα

Teachings of The LORD Restored

7και εν τω έτει τω τρίτω της βασιλείας αυτού απέστειλε τους ηγουμένους αυτού και τους υιούς των δυνατών τον Αβδίαν και τον Ζαχαρίαν και τον Ναθαναήλ και τον Μιχαίαν του διδάσκειν εν πόλεσιν Ιούδα 8και μετ΄ αυτών οι Λευίται Σαμαίας και Ναθανίας και Ζαβδίας και Ασιήλ και Σεμιραμώθ και Ιωνάθαν και Αδωνίας και Τωβίας και Τωβαδωνία οι Λευίται και μετ΄ αυτών Ελισαμά και Ιωράμ οι ιερείς 9και εδίδασκον εν τω Ιούδα και μετ΄ αυτών βίβλος νόμου κυρίου και διήλθον εν ταις πόλεσιν Ιούδα και εδίδασκον τον λαόν 10και εγένετο έκστασις κυρίου επί πάσαις ταις βασιλείαις της γης κύκλω Ιούδα και ουκ επολέμουν προς Ιωσαφάτ 11και από των αλλοφύλων έφερον τω Ιωσαφάτ δώρα και αργύριον και γε οι Άραβες έφερον αυτώ κριούς προβάτων επτακισχιλίους επτακοσίους τράγους επτακισχιλίους επτακοσίους 12και ην Ιωσαφάτ πορευόμενος μείζων έως ύψος και ωκοδόμησεν εν τω Ιούδα οικήσεις και πόλεις οχυράς 13και έργα πολλά εγένετο αυτώ εν τω Ιούδα και άνδρες πολεμισταί δυνατοί ισχύοντες εν Ιερουσαλήμ 14και ούτος ο αριθμός αυτών κατ΄ οίκους πατριών αυτών και τω Ιούδα χιλίαρχοι Αιδνάς ο άρχων και μετ΄ αυτού υιοί δυνατοί δυνάμεως τριακόσιαι χιλιάδες 15και μετ΄ αυτόν Ιωανάν ο άρχων και μετ΄ αυτού διακόσιαι ογδοήκοντα χιλιάδες 16και μετ αυτόν Αμασίας ο του Ζεχρί ο προθυμούμενος τω κυρίω και μετ΄ αυτού διακόσιαι χιλιάδες δυνατοί δυνάμεως 17και εκ του Βενιαμίν δυνατός δυνάμεως Ελιαδά και μετ΄ αυτού τοξόται και πελτασταί διακόσιαι χιλιάδες 18και μετ΄ αυτόν Ιωζαβάδ και μετ΄ αυτού εκατόν ογδοήκοντα χιλιάδες δυνατοί πολέμου 19ούτοι οι λειτουργούντες τω βασιλεί εκτός ων έδωκεν ο βασιλεύς εν ταις πόλεσι ταις οχυραίς εν πάση τη Ιουδαία
Copyright information for ABPGRK