2 Chronicles 18

CHAPTER 18

Jehoshaphat and Ahab Allied in Marriage

1και εγένετο τω Ιωσαφάτ έτι πλούτος και δόξα πολλή και επιγαμβρεύσατο εν τω οίκω Αχαάβ 2και κατέβη εις τελός ετών προς Αχαάβ εις Σαμάρειαν και έθυσεν αυτώ Αχαάβ πρόβατα και μόσχους εις πλήθος και τω λαώ τω μετ΄ αυτού και έπεισε αυτόν του συναναβήναι μετ΄ αυτού εις Ραμώθ Γαλαάδ 3και είπεν Αχαάβ βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα ει πορεύση μετ΄ εμού εις Ραμώθ της Γαλαάδ και είπεν αυτώ ως συ ούτω και εγώ και ως ο λαός σου και ο λαός μου και μετά σου εις πόλεμον 4και είπεν Ιωσαφάτ τω βασιλεί Ισραήλ ζήτησον δη σήμερον τον λόγον κύριον 5και συνήγαγεν ο βασιλεύς Ισραήλ τους προφήτας τετρακοσίους άνδρας και είπεν αυτοίς ει πορευθώ εις Ραμώθ Γαλαάδ εις πόλεμον η επίσχω και είπον ανάβαινε και δώσει ο θεός εις τας χείρας του βασιλέως 6και είπεν Ιωσαφάτ ουκ έστιν ώδε προφήτης του κυρίου έτι και επιζητήσομεν παρ΄ αυτού 7και είπε ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ έστιν ανήρ εις του ζητήσαι τον κύριον δι΄ αυτού και εγώ εμίσησα αυτόν ότι ουκ έστι προφητεύων περί εμού εις αγαθά ότι πάσαι αι ημέραι αυτού εις κακά αυτός Μιχαίας υιός Ιεμλά και είπεν Ιωσαφάτ μη λαλείτω ο βασιλεύς ούτως 8και εκάλεσεν ο βασιλεύς Ισραήλ ευνούχον ένα και είπε ταχέως κάλεσον Μιχαίαν υιόν Ιεμλά 9και ο βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα καθήμενοι έκαστος επί θρόνου αυτού ενδεδυμένοι στολάς εκάθηντο εν τω ευρυχώρω της θύρας Σαμαρείας και πάντες οι προφήται προεφήτευον εναντίον αυτών 10και εποίησεν εαυτώ Σεδεκίας υιός Χαναανά κέρατα σιδηρά και είπε τάδε λέγει κύριος εν τούτοις κερατιείς την Συρίαν έως αν συντελεσθή 11και πάντες οι προφήται προεφήτευον ούτω λέγοντες ανάβηθι εις Ραμώθ Γαλαάδ και ευοδωθήση και δώσει κύριος εις χείρας του βασιλέως 12και ο άγγελος ο πορευθείς του καλέσαι τον Μιχαίαν ελάλησεν αυτώ λέγων ιδού ελάλησαν οι προφήται εν στόματι ενί αγαθά περί του βασιλέως και γενέσθωσαν δη οι λόγοι σου ως ενός αυτών και λαλήσεις αγαθά

Michaiah Prophecies before Ahab

13και είπε Μιχαίας ζη κύριος ότι ο αν είπη ο θεός προς με αυτό λαλήσω 14και ήλθε προς τον βασιλέα και είπεν αυτώ ο βασιλεύς Μιχαία ει πορευθώ εις Ραμώθ Γαλαάδ εις πόλεμον η επίσχω και είπεν ανάβαινε και ευοδωθήση και δοθήσονται εις χείρας υμών 15και είπεν αυτώ ο βασιλεύς ποσάκις ορκίζω σε ίνα μη λαλήσης προς με πλην την αλήθειαν εν ονόματι κυρίου 16και είπε Μιχαίας είδον τον Ισραήλ πάντα διεσπαρμένον εν τοις όρεσιν ως πρόβατα οις ουκ έστι ποιμήν και είπε κύριος ουκ έχουσιν ηγούμενον ούτοι αναστρεφέτωσαν έκαστος εις τον οίκον αυτού εν ειρήνη 17και είπεν ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ ουκ είπόν σοι ότι ου προφητεύει περί εμού αγαθά αλλ΄ η κακά 18και είπε Μιχαίας ουχ ούτως ακούσατε λόγον κυρίου είδον τον κύριον καθήμενον επί θρόνου αυτού και πάσα δύναμις του ουρανού παρειστήκει εκ δεξιών αυτού και εξ αριστερών αυτού 19και είπε κύριος τις απατήσει τον Αχαάβ βασιλέα Ισραήλ και αναβήσεται και πεσείται εις Ραμώθ Γαλαάδ και είπεν ούτος ούτως και ούτος είπεν ούτως 20και εξήλθε το πνεύμα και έστη ενώπιον κυρίου και είπεν εγώ απατήσω αυτόν και είπε κύριος εν τίνι 21και είπεν εξελεύσομαι και έσομαι πνεύμα ψευδές εν στόματι πάντων των προφητών αυτού και είπεν απατήσεις και δυνήση έξελθε και ποίησον ούτω 22και νυν ιδού έδωκε κύριος πνεύμα ψευδές εν στόματι πάντων των προφητών σου τούτων και κύριος ελάλησεν επί σε κακά 23και ήγγισε Σεδεκίας υιός Χαναανά και επάταξε τον Μιχαίαν επί την σιαγόνα και είπεν αυτώ ποία τη οδώ παρήλθε πνεύμα κυρίου απ΄ εμού του λαλήσαι προς σε 24και είπε Μιχαίας ιδού συ όψει εν τη ημέρα εκείνη εν η εισελεύση ταμιείον εκ ταμιείου του κατακρυβήναι 25και είπε βασιλεύς Ισραήλ λάβετε τον Μιχαίαν και αποστρέψατε προς Αμμών τον άρχοντα της πόλεως και προς Ιωάς υιόν του βασιλέως 26και ερείτε ούτως είπεν ο βασιλεύς θέσθε τούτον εις οίκον φυλακής και εσθιέτω άρτον θλίψεως και ύδωρ θλίψεως έως του επιστρέψαι με εν ειρήνη 27και είπε Μιχαίας εάν επιστρέφων επιστρέψης εν ειρήνη ουκ ελάλησε κύριος εν εμοί και είπεν ακούσατε λαοί πάντες 28και ανέβη βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα εις Ραμώθ Γαλαάδ 29και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ κατακαλύψομαι και εισελεύσομαι εις τον πόλεμον και συ ένδυσαι τον ιματισμόν μου και συνεκαλύψατο βασιλεύς Ισραήλ και εισήλθεν εις τον πόλεμον

Ahab Dies in Battle

30και βασιλεύς Συρίας ενετείλατο τοις άρχουσι των αρμάτων τοις μετ΄ αυτού λέγων μη πολεμείτε τον μικρόν και τον μέγαν αλλ΄ η τον βασιλέα Ισραήλ μονώτατον 31και εγένετο ως είδον οι άρχοντες των αρμάτων τον Ιωσαφάτ και αυτοί είπαν βασιλεύς Ισραήλ εστι και εκύκλωσαν αυτόν του πολεμείν και εβόησεν Ιωσαφάτ και κύριος έσωσεν αυτόν και απέστρεψεν αυτούς ο θεός απ΄ αυτού 32και εγένετο ως είδον οι άρχοντες των αρμάτων ότι ουκ ην ο βασιλεύς Ισραήλ και απέστρεψαν απ΄ αυτού 33και ανήρ ενέτεινε τόξον ευστόχως και επάταξε τον βασιλέα Ισραήλ αναμέσον του πνεύμονος και αναμέσον του θώρακος και είπε τω ηνιόχω επίστρεφε την χείρά σου και εξάγαγέ με εκ του πολέμου ότι τετραυμάτισμαι 34και ετροπώθη ο πόλεμος εν τη ημέρα εκείνη και ο βασιλεύς Ισραήλ ην εστηκώς επί του άρματος εξεναντίας Συρίας έως εσπέρας και απέθανε δύνοντος του ηλίου
Copyright information for ABPGRK