2 Chronicles 19

CHAPTER 19

Jehu the Prophet Rebukes Jehoshaphat

1και επέστρεψεν Ιωσαφάτ βασιλεύς Ιούδα εις τον οίκον αυτού εν ειρήνη εις Ιερουσαλήμ 2και εξήλθεν εις απάντησιν αυτού Ιηού ο του Ανανί ο προφήτης και είπεν προς τον βασιλέα Ιωσαφάτ ει αμαρτωλώ συ βοηθείς η μισουμένω υπό κυρίου συ φιλιάζεις διά τούτο εγένετο επί σε οργή κυρίου 3αλλ΄ η λόγοι αγαθοί ευρέθησαν εν σοι ότι εξήρας τα άλση από της γης Ιούδα και κατηύθυνας την καρδίαν σου εκζητήσαι τον κύριον 4και κατώκησεν Ιωσαφάτ εν Ιερουσαλήμ και πάλιν εξήλθεν εις τον λαόν από Βηρσαβεαί έως όρους Εφραϊμ και επέστρεψεν αυτούς επί κύριον τον θεόν των πατέρων αυτών 5και κατέστησε κριτάς εν πάσαις ταις πόλεσιν Ιούδα ταις οχυραίς εν πόλει και πόλει 6και είπε τοις κριταίς ίδετε τι υμείς ποιείτε ότι ουκ ανθρώπω υμείς κρίνετε αλλ΄ η τω κυρίω και μεθ΄ υμών λόγοι κρίσεως 7και νυν γενέσθω ο φόβος κυρίου εφ΄ υμάς και φυλάσσετε και ποιείτε ότι ουκ έστι μετά κυρίου θεού ημών αδικία ουδέ θαυμάσαι πρόσωπον ουδέ λαβείν δώρα 8και γε εν Ιερουσαλήμ κατέστησεν Ιωσαφάτ εκ των Λευιτών και των ιερέων και των πατριαρχών Ισραήλ εις κρίσιν κυρίου και κρίνειν τους κατοικούντας εν Ιερουσαλήμ 9και ενετείλατο αυτοίς λέγων ούτως ποιήσατε εν φόβω κυρίου εν αληθεία και εν πλήρει καρδία 10πας ανήρ κρίσιν την ελθούσαν εφ΄ υμάς των αδελφών υμών των κατοικούντων εν ταις πόλεσιν αυτών αναμέσον αίματος και αίματος και αναμέσον του προστάγματος και εντολής και εις δικαιώματα και κρίματα και διαστελείτε αυτοίς και ουχ αμαρτήσονται τω κυρίω και ουκ έσται οργή εφ΄ υμάς και επί τους αδελφούς υμών ούτω ποιήσατε και ουχ αμαρτήσεσθε 11και ιδού Αμαρίας ο ιερεύς ηγούμενος εφ΄ υμάς εις πάντα λόγον κυρίου και Ζαβαδίας υιός Ισμαήλ ο ηγούμενος τω οίκον Ιούδα εις πάντα λόγον του βασιλέως και οι γραμματείς οι Λευίται ενώπιον υμών ισχύσατε και ποιήσατε και έσται κύριος μετά του αγαθού
Copyright information for ABPGRK