2 Chronicles 2

CHAPTER 2

Solomon Prepares the House of The LORD

και είπε Σολομών του οικοδομήσαι οίκον τω ονόματι κυρίου και οίκον τη βασιλεία αυτού και συνήγαγε Σολομών εβδομήκοντα χιλιάδας ανδρών νωτοφόρων και ογδοήκοντα χιλιάδας ανδρών λατόμων εν τω όρει και οι επιστάται επ΄ αυτών τρισχίλιοι και εξακόσιοι και απέστειλε Σολομών προς Χειράμ βασιλέα Τύρου λέγων ως εποίησας μετά Δαυίδ του πατρός μου και απέστειλας αυτώ κέδρους του οικοδομήσαι εαυτώ οίκον του κατοικήσαι εν αυτώ και ιδού εγώ ο υιός αυτού οικοδομώ οίκον τω ονόματι κυρίου του θεού μου αγιάσαι αυτόν αυτώ του θυμιάν απέναντι αυτού θυμίαμα αρωμάτων και πρόθεσιν διαπαντός και του αναφέρειν ολοκαυτώματα διαπαντός τοπρωϊ και το δείλης και εν τοις σαββάτοις και εν ταις νουμηνίαις και εν ταις εορταίς του κυρίου του θεού ημών εις τον αιώνα τούτο επί τον Ισραήλ και ο οίκος ον εγώ οικοδομώ μέγας ότι μέγας κύριος ο θεός ημών παρά πάντας τους θεούς και τις ισχύσει οικοδομήσαι αυτώ οίκον ότι ο ουρανός και ο ουρανός του ουρανού ου φέρουσι αυτόν και τις ειμι εγώ οικοδομών αυτώ οίκον αλλ΄ η του θυμιάν κατέναντι αυτού και νυν απόστειλόν μοι άνδρα σοφόν και ειδότα του ποιήσαι εν τω χρυσίω και εν τω αργυρίω και εν χαλκώ και εν σιδήρω και εν τη πορφύρα και εν τω κοκκίνω και εν τη υακίνθη και επιστάμενον γλύφειν γλυφάς μετά των σοφών των μετ΄ εμού εν Ιούδα και εν Ιερουσαλήμ ων ητοίμασε Δαυίδ ο πατήρ μου και απόστειλόν μοι ξύλα κέδρινα και αρκεύθινα και πεύκινα εκ του Λιβάνου εγώ γαρ οίδα ότι οι δούλοί σου οίδασι κόπτειν ξύλα εκ του Λιβάνου και ιδού οι παίδές μου πορεύσονται μετά των παίδων σου ετοιμάσαι μοι ξύλα εις πλήθος ότι ο οίκος ον εγώ οικοδομώ μέγας και ένδοξος 10 και ιδού τοις εργαζομένοις τοις κόπτουσι ξύλα εις βρώματα δέδωκα σίτον εις δόματα τοις παισί σου κόρων πυρού είκοσι χιλιάδας και κριθών κόρων είκοσι χιλιάδας και οίνου μέτρων είκοσι χιλιάδας και ελαίου μέτρων είκοσι χιλιάδας 11 και είπε Χειράμ βασιλεύς Τύρου εν γραφή και απέστειλε προς Σολομώντα εν τω αγαπήσαι κύριον τον λαόν αυτού έδωκέ σε επ΄ αυτούς εις βασιλέα 12 και είπε Χιράμ ευλογητός κύριος ο θεός Ισραήλ ος εποίησε τον ουρανόν και την γην ος έδωκε τω Δαυίδ τω βασιλεί υιόν σοφόν και ειδότα σύνεσιν και επιστήμην ος οικοδομήσει οίκον τω κυρίω και οίκον τη βασιλεία αυτού 13 και νυν απέσταλκά σοι άνδρα σοφόν και ειδότα σύνεσιν τον Χειράμ τον παίδά μου 14 υιόν γυναικός από θυγατέρων Δαν και ο πατήρ αυτού ανήρ Τύριος ειδότα ποιείν εν χρυσίω και εν αργυρίω και εν χαλκώ και εν σιδήρω και εν λίθοις και ξύλοις και υφαίνειν εν τη πορφύρα και εν τη υακίνθω και εν τη βύσσω και εν τω κοκκίνω και γλύφειν γλυφάς και διανοείσθαι πάσαν διανόησιν οις αν δως αυτώ μετά των σοφών σου και των σοφών του κυρίου μου Δαυίδ του πατρός σου 15 και νυν τον σίτον και την κριθήν και το έλαιον και τον οίνον α είπεν ο κύριός μου αποστειλάτω τοις παισίν αυτού 16 και ημείς κόψομεν ξύλα εκ του Λιβάνου κατά πάσαν την χρείαν σου και άξομεν αυτά σχεδίαις επί την θάλασσαν Ιόππης και συ ανοίσεις αυτά εις Ιερουσαλήμ 17 και συνήγαγε Σολομών πάντας τους άνδρας τους προσηλύτους τους εν τη γη Ισραήλ μετά τον αριθμόν ον ηρίθμησεν αυτούς Δαυίδ ο πατήρ αυτού και ευρέθησαν εκατόν πεντήκοντα χιλιάδες και τρισχίλιοι εξακόσιοι 18 και εποίησεν εξ αυτών εβδομήκοντα χιλιάδας νωτοφόρων και ογδοήκοντα χιλιάδας λατόμων εν τω όρει και τρισχιλίους εξακοσίους εργοδιώκτας επί τον λαόν
Copyright information for ABPGRK