2 Chronicles 20

CHAPTER 20

The Nations Wage War on Jehoshaphat

και μετά ταύτα ήλθον οι υιοί Μωάβ και υιοί Αμμών και μετ΄ αυτών εκ των Αμμανιτών επί Ιωσαφάτ εις πόλεμον και ήλθον και απήγγειλαν τω Ιωσαφάτ λέγοντες ήκει επί σε πλήθος πολύ εκ του πέραν της θαλάσσης από Συρίας και ιδού εισίν εν Ασασανθαμάρ αύτη εστιν Ενγαδί και εφοβηθή Ιωσαφάτ και έδωκεν το πρόσωπον αυτού εκζητήσαι τον κύριον και εκήρυξε νηστείαν εν παντί Ιούδα και συνήχθη Ιούδας εκζητήσαι τον κύριον και ήλθον εκ πασών των πόλεων Ιούδα ζητήσαι τον κύριον και ανέστη Ιωσαφάτ εν τη εκκλησία Ιούδα εν Ιερουσαλήμ εν οίκω κυρίου κατά πρόσωπον της αυλής της καινής και είπε κύριε ο θεός των πατέρων ημών ουχί συ ει θεός εν ουρανώ και συ κυριεύεις πασών των βασιλειών των εθνών και εν τη χειρί σου ισχύς και δυναστεία και ουκ έστι παρά σοι του αντιστήναι ουχί συ ει ο θεός ημών ο εξολοθρεύσας τους κατοικούντας την γην ταύτην από προσώπου του λαού σου Ισραήλ και έδωκας αυτήν σπέρματι Αβραάμ τω φίλω σου εις τον αιώνα και κατώκησαν εν αυτή και ωκοδόμησάν σοι εν αυτή αγίασμα τω ονόματί σου λέγοντες εάν επέλθη εφ΄ ημάς κακά ρομφαία κρίσις θάνατος λιμός στησόμεθα εναντίον του οίκου τούτου και εναντίον σου ότι το όνομά σου επικέκληται εν τω οίκω τούτω και βοησόμεθα προς σε από της θλίψεως ημών και ακούση και σώσεις

The Battle Is The LORD's

10 και νυν ιδού οι υιοί Αμμών και Μωάβ και όρος Σηείρ εις ους ουκ έδωκας τω Ισραήλ διελθείν δι΄ αυτών εξελθόντων αυτών εκ γης Αιγύπτου ότι εξέκλιναν απ΄ αυτών και ουκ εξωλόθρευσαν αυτούς 11 και ιδού αυτοί επιχειρούσιν εφ΄ ημάς του ελθείν και εκβαλείν ημάς από της κληρονομίας ημών ης δέδωκας ημίν 12 κύριε ο θεός ημών ου κρινείς εν αυτοίς ότι ουκ έστιν ημίν ισχύς του αντιστήναι προς το πλήθος το πολύ τούτο το ελθόν εφ΄ ημάς και ουκ οίδαμεν τι ποιήσωμεν οτι επί σοι οι οφθαλμοί ημών 13 και πας Ιούδας ειστήκει έναντι κυρίου και τα παιδία αυτών και αι γυναίκες αυτών και οι υιοί αυτών 14 και Ιεζιήλ ο του Ζαχαρίου υιού Βαναϊου υιού Ιεϊηλ υιού Μαθθανίου ο Λευιτής από των υιών Ασάφ εγένετο επ΄ αυτόν πνεύμα κυρίου εν τη εκκλησία 15 και είπεν ακούσατε πας Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ και ο βασιλεύς Ιωσαφάτ τάδε λέγει κύριος υμίν μη φοβηθήτε μηδέ πτοηθήτε από προσώπου του όχλου του πολλού τούτου ότι ουχ υμίν εστιν η παράταξις αλλ΄ η τω θεώ 16 αύριον κατάβητε επ΄ αυτούς ιδού αναβαίνουσι κατά την ανάβασιν Ασίς και ευρήσετε αυτούς επ΄ άκρου ποταμού της ερήμου Ιεριήλ 17 ουχ υμίν εστι πολεμήσαι εν ταύτη στήτε και σύνετε και ίδετε την σωτηρίαν κυρίου μεθ΄ υμών Ιούδα και Ιερουσαλήμ μη φοβηθήτε μηδέ πτοηθήτε αύριον εξελθείν εις απάντησιν αυτοίς και κύριος μεθ΄ υμών 18 και κύψας Ιωσαφάτ επί πρόσωπον αυτού επί την γην και πας Ιούδα και οι κατοικούντες Ιερουσαλήμ έπεσον έναντι κυρίου του προσκυνήσαι κυρίω 19 και ανέστησαν οι Λευίται από των υιών Καάθ και από των υιών των Κορηνών του αινείν κυρίω τω θεώ Ισραήλ εν φωνή μεγάλη εις ύψος 20 και ώρθρισαν τοπρωϊ και εξήλθον εις την έρημον θεκωέ εν δε τω εξελθείν αυτούς έστη Ιωσαφάτ και εβόησε και είπεν ακούσατέ μου Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ εμπιστεύσατε κυρίω τω θεώ υμών και εμπιστευθήσεσθε εμπιστεύσατε εν προφήταις αυτού και ευοδωθήσεσθε 21 και συμβουλευσάμενος μετά του λαού και έστησε ψαλτωδούς και αινούντας τον κύριον του εξομολογείσθαι και αινείν τω αγίω εν τω εξελθείν έμπροσθεν της δυνάμεως και έλεγον εξομολογείσθε τω κυρίω ότι εις τον αιώνα το έλεος αυτού 22 και εν τω άρξασθαι αυτούς της αινέσεως και της εξομολογήσεως έδωκε κύριος ένεδρον του πολεμείν τους υιούς Αμμών επί Μωάβ και όρος Σηείρ τους εξελθόντας επί Ιούδαν και ετροπώθησαν

Jeshoshaphat's Enemies Destroy Themselves

23 και ανέστησαν οι υιοί Αμμών και Μωάβ επί τους κατοικούντας όρος Σηείρ εξολοθρεύσαι και εκτρίψαι αυτούς και ως συνετέλεσαν τους κατοικούντας Σηείρ ανέστησαν επ΄ αλλήλους και ελάβετο ανήρ του πλησίον αυτού εις διαφθοράν 24 και Ιούδας ήλθεν επί την σκοπιάν εις της ερήμου και επέβλεψε και είδε το πλήθος και ιδού πάντες νεκροί πεπτωκότες επί της γης ουκ ην ανασωζόμενος 25 και ήλθεν Ιωσαφάτ και ο λαός αυτού σκυλεύσαι τα σκύλα αυτών και εύρον κτήνη πολλά και αποσκευήν και σκύλα και σκεύη επιθυμητά και εσκύλευσαν εαυτοίς και εγένοντο ημέραι τρεις προνομευόντων τα σκύλα διότι πολλά ην 26 και τη ημέρα τη τετάρτη επισυνήχθησαν εις την κοιλάδα της ευλογίας εκεί γαρ ηύλογησαν τον κύριον διά τούτο εκάλεσαν το όνομα του τόπου εκείνου Κοιλάς ευλογίας έως της ημέρας ταύτης 27 και επέστρεψε πας ανήρ Ιούδα εις Ιερουσαλήμ και Ιωσαφάτ ο ηγούμενος αυτών υπέστρεψεν εις Ιερουσαλήμ εν ευφροσύνη μεγάλη ότι εύφρανεν αυτούς κύριος από των εχθρών αυτών 28 και εισήλθον εις Ιερουσαλήμ εν νάβλαις και κινύραις και εν σάλπιγξιν εις οίκον κυρίου 29 και εγένετο έκστασις κυρίου επί πάσας τας βασιλείας της γης εν τω ακούσαι αυτούς ότι κύριος επολέμησε μετά των υπεναντίων Ισραήλ 30 και ειρήνευσεν η βασιλεία Ιωσαφάτ και κατέπαυσεν αυτώ ο θεός αυτού κυκλόθεν 31 και εβασίλευσεν Ιωσαφάτ επί τον Ιούδα ων τριακονταπέντε ετών εν τω βασιλεύειν αυτόν και είκοσι και πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Αζουβά θυγάτηρ Σελεϊ 32 και επορεύθη εν ταις οδοίς Ασά του πατρός αυτού και ουκ εξέκλινε απ΄ αυτών του ποιήσαι το ευθές ενώπιον κυρίου 33 πλην τα υψηλά ουκ εξήρθη και έτι ο λαός ου κατευθυνε την καρδίαν αυτών προς κύριον τον θεόν των πατέρων αυτών 34 και οι λοιποί λόγοι Ιωσαφάτ οι πρώτοι και οι έσχατοι ιδού γεγραμμένοι εν λόγοις Ιηού του Ανανεί ους κατέγραψε επί βιβλίου βασιλέων Ισραήλ 35 και μετά ταύτα εκοινώνησεν Ιωσαφάτ βασιλεύς Ιούδα μετά Οχοζίου βασιλέως Ισραήλ και αυτός ηνόμησε του ποιήσαι 36 και εκοινώνησε μετ΄ αυτού του ποιήσαι πλοία και πορευθήναι εις Θαρσείς και εποίησε πλοία εν Γασιών Γάβερ 37 και προεφήτευσεν Ελιέζερ ο του Δωδίου εκ Μαιρισά επί Ιωσαφάτ λέγων ως εκοινώνησας τω Οχοζία διέκοψε κύριος τα έργα σου και συνετρίβσαν τα πλοία σου και ουκ ηδυνήθησαν του πορευθήναι εις Θαρσείς
Copyright information for ABPGRK