2 Chronicles 24

CHAPTER 24

Joash Repairs the House of The LORD

ον ετών επτά Ιωάς εν τω βασιλεύειν αυτόν και τεσσαράκοντα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Σαβία εκ Βηρσαβεαί και εποίησεν Ιωάς το ευθές ενώπιον κυρίου πάσας τας ημέρας Ιωδαέ του ιερέως και έλαβεν Ιωδαέ δύο γυναίκας εαυτώ και εγέννησεν υιούς και θυγατέρες και εγένετο μετά ταύτα και εγένετο επί καρδίαν Ιωάς επισκευάσαι τον οίκον κυρίου και συνήγαγε τους ιερείς και τους Λευίτας και είπεν αυτοίς εξέλθατε εις τας πόλεις Ιούδα και συναγάγετε από παντός Ισραήλ αργύριον του κραταιώσαι τον οίκον κυρίου του θεού υμών από ικανού ενιαυτόν κατ΄ ενιαυτόν και σπεύσατε λαλήσαι και ουκ έσπευσαν οι Λευίται και εκάλεσεν ο βασιλεύς τον Ιωδαέ τον άρχοντα και είπεν αυτώ διατί ουκ εξεζήτησας περί των Λευιτών του εισενεγκείν από Ιούδα και Ιερουσαλήμ το κεκριμένον λήμμα υπό Μωυσή ανθρώπου του θεού ότι εξεκκλησίασε τον Ισραήλ εις την σκηνήν του μαρτυρίου ότι Γοθολία ην άνομος και οι υιοί αυτής κατέσπασαν τον οίκον του θεού και γε πάντα τα άγια οίκου κυρίου εποίησαν τοις Βααλείμ και είπεν ο βασιλεύς γενηθήτω γλωσσόκομον και τεθήτω εν τη πύλη του οίκου κυρίου έξω και κηρυξάτωσαν εν Ιούδα και εν Ιερουσαλήμ εισενεγκείν τω κυρίω καθώς είπε Μωυσής παις του θεού επί τον Ισραήλ εν τη ερήμω 10 και ευφράνθησαν πάντες άρχοντες και πας ο λαός και εισέφερον και ενέβαλλον εις το γλωσσόκομον έως ου επληρώθη 11 και εγένετο εν τω καιρώ του ενεγκείν το γλωσσόκομον προς τους προστάτας του βασιλέως διά χειρός των Λευιτών και ηνίκα είδον ότι επλεόνασε το αργύριον και ήλθεν ο γραμματεύς του βασιλέως και ο προστάτης του μεγάλου ιερέως και εξεκένωσαν το γλωσσόκομον και ήραν και κατέστησαν αυτόν επί του τόπου αυτού ούτως εποίουν ημέραν εξ ημέρας και συνήγαγον αργύριον πολύ 12 και έδωκεν αυτό ο βασιλεύς και Ιωδαέ ο ιερεύς τοις ποιούσι τα έργα εις εργασίαν οίκου κυρίου και εμισθούντο λατόμους και τέκτονας επισκευάσαι τον οίκον κυρίου και χαλκείς σιδήρου και χαλκού του κραταιώσαι τον οίκον κυρίου 13 και εποίουν οι ποιούντες τα έργα και ανέβη μήκος των έργων εν χερσίν αυτών και ανέστησαν τον οίκον κυρίου επί την στάσιν αυτού και ενίσχυσαν 14 και ως συνετέλεσαν ήνεγκαν προς τον βασιλέα και προς Ιωδαέ το κατάλοιπον του αργυρίου και εποίησαν αυτό σκεύη εις οίκον κυρίου σκεύη λειτουργικά και των ολοκαυτωμάτων και θυϊσκας και σκεύη χρυσά και αργυρά και ανήνεγκαν ολοκαυτώσεις εν τω οίκω κυρίου διαπαντός πάσας τας ημέρας Ιωδαέ 15 και εγήρασεν Ιωδαέ και ην πλήρης ημερών και ετελεύτησεν υιός ον εκατόν και τριάκοντα ετών εν τω τελευτάν αυτόν 16 και έθαψαν αυτόν εν πόλει Δαυίδ μετά των βασιλέων ότι εποίησεν αγαθωσύνην μετά Ισραήλ και μετά του θεού και του οίκου αυτού 17 και εγένετο μετά την τελευτήν Ιωδαέ εισήλθον οι άρχοντες Ιούδα και προσεκύνησαν τον βασιλέα τότε επήκουσεν ο βασιλεύς αυτών

Judah Abandons the House of The LORD

18 και εγκατέλιπον τον οίκον κυρίου του θεού των πατέρων αυτών και ελάτρευσαν τη Αστάρτη και τοις ειδώλοις και εγένετο οργή επί Ιούδαν και επί Ιερουσαλήμ εν τη πλημμελεία αυτών 19 και απέστειλε προς αυτούς προφήτας επιστρέψαι αυτούς προς κύριον και διεμαρτύρατο αυτοίς και ουχ ήκουσαν 20 και πνεύμα θεού ενέδυσε τον Ζαχαρίαν τον του Ιωδαέ του ιερέως και ανέστη επάνω του λαού και είπεν αυτοίς τάδε λέγει κύριος ινατί υμείς παραπορεύεσθε τας εντολάς κυρίου και ουκ ευοδωθήσεσθε ότι εγκατελίπετε τον κύριον και εγκαταλείψει υμάς

Joash Kills the Son of Jehoiada

21 και επέθεντο αυτώ και ελιθοβόλησαν αυτόν λίθοις δι΄ εντολής Ιωάς του βασιλέως εν αυλή οίκου κυρίου 22 και ουκ εμνήσθη Ιωάς ο βασιλεύς του ελέους ου εποίησεν Ιωδαέ ο πατήρ αυτού μετ΄ αυτού και εθανάτωσε τον υιόν αυτού και ως απέθνησκεν είπεν ίδοι κύριος και κρίναι 23 και εγένετο εις την συντέλειαν του ενιαυτού ανέβη επ΄ αυτόν δύναμις Συρίας και ήλθεν επί Ιούδαν και επί Ιερουσαλήμ και κατέφθειραν πάντας τους άρχοντας του λαού εκ του λαού και πάντα τα σκύλα αυτών απέστειλαν τω βασιλεί Δαμασκού 24 ότι εν ολίγοις ανδράσι παρεγένετο δύναμις Συρίας και ο θεός παρέδωκεν εις τας χείρας αυτών δύναμιν πολλήν σφόδρα ότι εγκατέλιπον κύριον τον θεόν των πατέρων αυτών και μετά Ιωάς εποίησαν κρίματα 25 και μετά το απελθείν αυτούς απ΄ αυτού εν τω εγκαταλιπείν αυτόν εν μαλακίαις μεγάλαις και επέθεντο αυτώ οι παίδες αυτού εν αίμασιν των υιών Ιωδαέ του ιερέως και εθανάτωσαν αυτόν επί της κλίνης αυτού και απέθανε και έθαψαν αυτόν εν πόλει Δαυίδ και ουκ έθαψαν αυτόν εν τω τάφω των βασιλέων 26 και οι επιθέμενοι επ΄ αυτόν Ζαβαδ υιος Σαμαάθ της Αμμανίτιδος και Ιωζαβέδ υιος Σαμαρίθ της Μωαβίτιδος 27 και υιοί αυτού και πλείστα λήμματα κατ΄ αυτού και η θεμελίωσις οίκου του θεού και τα λοιπά ιδού εστί γεγραμμένα επί την γραφήν βιβλίου των βασιλέων και εβασίλευσεν Αμασίας υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK