2 Chronicles 27

CHAPTER 27

Jotham Reigns in Judah

υιός είκοσι και πέντε ετών Ιωαθάμ εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Ιερουσά θυγάτηρ Σαδώκ και εποίησε το ευθές ενώπιον κυρίου κατά πάντα όσα εποίησεν Οζίας ο πατήρ αυτού πλην εις τον ναόν κυρίου ουκ εισήλθεν και έτι ο λαός κατεφθείρετο αυτός ωκοδόμησε την πύλην οίκου κυρίου την υψηλήν και εν τω τείχει του Ωφέλ ωκοδόμησε πολλά και πόλεις ωκοδόμησε εν τοις όρεσιν Ιούδα και εν τοις δρυμοίς ωκοδόμησεν βάρεις και πύργους και αυτός εμαχέσατο προς βασιλέα υιών Αμμών και κατίσχυσεν επ΄ αυτόν και εδίδουν αυτώ οι υιοί Αμμών κατ΄ ενιαυτόν εκατόν τάλαντα αργυρίου και δέκα χιλιάδας κόρων πυρού και κριθών δέκα χιλιάδας ταύτα έφερεν αυτώ ο βασιλεύς υιών Αμμών κατ΄ ενιαυτόν και εν τω έτει τω δευτέρω και τω τρίτω και κατίσχυσεν Ιωαθάμ ότι ητοίμασε τας οδούς αυτόν εναντίον κυρίου του θεού αυτού και οι λοιποί λόγοι Ιωαθάμ και ο πόλεμος και αι πράξεις αυτού ιδού γεγραμμέναι επί βιβλίου βασιλέων Ιούδα και Ισραήλ υιός είκοσι και πέντε ετών ην Ιωαθάμ εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ και εκοιμήθη Ιωαθάμ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ και εβασίλευσεν Αχαζ υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK