2 Chronicles 29

CHAPTER 29

Hezekiah Reigns in Judah

1υιός ων είκοσι και πέντε ετών Εζεκίας εν τω βασιλεύειν αυτόν και έικοσιν εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Αβία θυγάτηρ Ζαχαρίου 2και εποίησε το ευθές ενώπιον κυρίου κατά πάντα όσα εποίησε Δαυίδ ο πατήρ αυτού 3και εγένετο ως έστη επί της βασιλείας αυτού εν τω μηνί τω πρώτω ανέωξε τας θύρας οίκου κυρίου και επεσκεύασεν αυτάς 4και εισήγαγε τους ιερείς και τους Λευίτας και κατέστησεν αυτούς εις το κλίτος το προς ανατολάς 5και είπεν αυτοίς ακούσατέ μου οι Λευίται νυν αγιάσθητε και αγιάσατε τον οίκον κυρίου του θεού των πατέρων υμών και εκβάλετε την ακαθαρσίαν εκ των αγίων 6ότι απέστησαν οι πατέρες ημών και εποίησαν το πονηρόν εναντίον κυρίου του θεού ημών και εγκατέλιπαν αυτόν και απέστρεψαν το πρόσωπον αυτών από της σκηνής κυρίου και έδωκαν αυχένα 7και απέκλεισαν τας θύρας του ναού και έσβεσαν τους λύχνους και θυμίαμα ουκ εθυμίασαν και ολοκαυτώματα ου προσήνεγκαν εν τω αγίω τω θεώ Ισραήλ 8και ωργίσθη οργή κύριος επί τον Ιούδαν και την Ιερουσαλήμ και έδωκεν αυτούς εις έκστασιν και εις αφανισμόν και εις συρισμόν ως υμείς οράτε τοις οφθαλμοίς υμών 9και ιδού έπεσον οι πατέρες ημών εν μαχαίρα και οι υιοί ημών και αι θυγατέρες ημών και αι γυναίκες ημών εν αιχμαλωσία εν γη ουκ εαυτών

Judah Ordains a Covenant with The LORD

10ένεκεν τούτου εγένετο επί καρδίας μου του διαθέσθαι διαθήκην τω κυρίω θεώ Ισραήλ και αποστρέψει αφ΄ ημών την οργήν του θυμού αυτού 11και νυν μη διαλίπητε ποιείν ότι εν υμίν ηρέτικε κύριος του στήναι εναντίον αυτού λειτουργείν αυτώ και είναι αυτού λειτουργούς και θυμιώντας 12και ανέστησαν οι Λευίται Μαάθ ο του Αμεσί και Ιωήλ ο του Αζαρίου εκ των υιών Κάαθ και εκ των υιών Μεραρί Κις ο του Αβδί και Αζαρίας ο του Ιαλαιήλ και από των υιών Γερσών Ιωάχ ο του Ζεμμά και Ωδαάν ο του Ιωάχ 13και των υιών Ελισαφάν Σαμβρί και Ιεϊήλ και των υιών Ασάφ Ζαχαρίας και Ματθανίας 14και των υιών Αιμάν Ιεϊήλ και Σεμεϊ και των υιών Ιδιθούν Σαμέας και Οζίηλ 15και συνήγαγον τους αδελφούς αυτών και ηγνίσθησαν κατά την εντολήν του βασιλέως διά προστάγματος κυρίου του καθαρίσαι τον οίκον κυρίου 16και εισήλθον οι ιερείς εσω εις τον οίκον κυρίου αγνίσαι και εξέβαλον πάσαν την ακαθαρσίαν την ευρεθείσαν εν τω οίκω κυρίου εις την αυλήν οίκου κυρίου και εδέξαντο οι Λευίται του εξενεγκείν εις τον χειμάρρουν Κεδρών έξω 17και ήρξαντο εν μία του μηνός του πρώτου του αγιάσαι και τη ημέρα τη ογδόη του μηνός εισήλθον εις τον ναόν κυρίου και ηγίασαν τον οίκον κυρίου εν ημέραις οκτώ και τη ημέρα τη εκκαιδεκάτη του μηνός του πρώτου συνετέλεσαν 18και εισήλθον έσω προς Εζεκίαν τον βασιλέα και είπον ηγνίσαμεν πάντα τα εν τω οίκω κυρίου και το θυσιαστήριον της ολοκαυτώσεως και τα σκεύη αυτού και την τράπεζαν της προθέσεως και πάντα τα σκεύη αυτής 19και πάντα τα σκεύη α εμίανεν ο βασιλεύς Άχαζ εν τη βασιλεία αυτού εν τη αποστασία αυτού ητοιμάσαμεν και ηγιάσαμεν και ιδού εστίν εναντίον του θυσιαστηρίου κυρίου 20και ώρθρισεν Εζεκίας ο βασιλεύς και συνήγαγε τους άρχοντας της πόλεως και ανέβη εις οίκον κυρίου 21και ανήγαγεν επτά μόσχους και επτά κριούς και επτά αμνούς και επτά χιμάρους αιγών περί αμαρτίας περί της βασιλείας και περί των αγίων και περί Ιούδα και είπε τοις υιοίς Ααρών τοις ιερεύσιν του ανενεγκείν επί το θυσιαστήριον κυρίου 22και έθυσαν τους μόσχους και εδέξαντο οι ιερείς το αίμα και προσέχεον επί το θυσιαστήριον και έθυσαν τους κριούς και προσέχεον επί το θυσιαστήριον το αίμα και έθυσαν τους αμνούς και προσέχεον το αίμα επί το θυσιαστήριον 23και προσήγαγον τους χιμάρους τους περί αμαρτίας εναντίον του βασιλέως και της εκκλησίας και επέθηκαν τας χείρας αυτών επ΄ αυτούς 24και έθυσαν αυτούς οι ιερείς και εξιλάσαντο το αίμα αυτών προς το θυσιαστήριον και εξιλάσαντο περί παντός Ισραήλ ότι είπεν ο βασιλεύς περί παντός Ισραήλ η ολοκαύτωσις και τα περί αμαρτίας 25και έστησε τους Λευίτας εν οίκω κυρίου εν κυμβάλοις και εν νάβλαις και εν κινύραις κατά την εντολήν Δαυίδ του βασιλέως και Γαδ του ορώντος τω βασιλεί και Νάθαν του προφήτου ότι δι΄ εντολής κυρίου το πρόσταγμα εν χειρί των προφητών αυτού 26και έστησαν οι Λευίται εν οργάνοις Δαυίδ και οι ιερείς εν σάλπιγξι 27και είπεν Εζεκίας του ανενεγκείν την ολοκαύτωσιν επί το θυσιαστήριον και εν τω άρξασθαι αναφέρειν την ολοκαύτωσιν ήρξαντο άδειν τω κυρίω και αι σάλπιγγες προς τα όργανα Δαυίδ βασιλέως Ισραήλ 28και πάσα η εκκλησία προσεκύνει και οι ψαλτωδοί άδοντες και αι σάλπιγγες σαλπίζουσαι έως ου συνετελέσθη η ολοκαύτωσις 29και ως συνετέλεσαν αναφέροντες έκαμψεν ο βασιλεύς και πάντες οι ευρεθέντες συν αυτώ και προσεκύνησαν 30και είπεν Εζεκίας ο βασιλεύς και οι άρχοντες τοις Λευίταις του υμνείν τον κύριον εν λόγοις Δαυίδ και Ασάφ του προφήτου και ύμνουν εν ευφροσύνη και έπεσον και προσεκύνησαν 31και απεκρίθη Εζεκίας και είπε νυν επληρώσατε τας χείρας υμών κυρίω προσαγάγετε και φέρετε θυσίας αινέσεως εις οίκον κυρίου και ανήνεγκεν η εκκλησία θυσίας και αινέσεις εις οίκον κυρίου και πας πρόθυμος τη καρδία ολοκαυτώσεις 32και εγένετο ο αριθμός της ολοκαυτώσεως ης ανήνεγκεν η εκκλησία μόσχοι εβδομήκοντα κριοί εκατόν αμνοί διακόσιοι εις ολοκαύτωσιν κυρίω πάντα ταύτα 33και οι ηγιασμένοι μόσχοι εξακόσιοι πρόβατα τρισχίλια 34αλλ΄ η οι ιερείς ήσαν ολίγοι και ουκ ηδύναντο δείραι την ολοκαύτωσιν και αντελαβόντο αυτών οι Λευίται έως ου συνετελέσθη το έργον και έως ου ηγιάσθησαν οι ιερείς ότι οι Λευίται προθύμως ηγιάσθησαν παρά τους ιερείς 35και η ολοκαύτωσις πολλή εν τοις στέασι της τελειώσεως του σωτηρίου και αι σπονδαί της ολοκαυτώσεως και κατωρθώθη το έργον εν οίκω κυρίου 36και ηυφράνθη Εζεκίας και πας ο λαός διά το ητοιμακέναι τον θεόν τω λαώ ότι εξάπινα εγένετο ο λόγος
Copyright information for ABPGRK