2 Chronicles 30

CHAPTER 30

Hezekiah Observes the Passover

1και απέστειλεν Εζεκίας επί πάντα Ισραήλ και Ιούδα και επιστολάς έγραψεν επί τον Εφραϊμ και Μανασσή ελθείν εις οίκον κυρίου εις Ιερουσαλήμ του ποιήσαι το φασέκ τω κυρίω θεώ Ισραήλ 2και εβουλεύσατο ο βασιλεύς και οι άρχοντες και πάσα η εκκλησία εν Ιερουσαλήμ ποιήσαι το φασέκ τω μηνί τω δευτέρω 3ου γαρ εδυνήθησαν ποιήσαι αυτό εν τω καιρώ εκείνω ότι οι ιερείς ουχ ηγιάσθησαν ικανοί και ο λαός ου συνήχθη εν Ιερουσαλήμ 4και ήρεσεν ο λόγος εναντίον του βασιλέως και εναντίον της εκκλησίας 5και έστησαν λόγον του διελθείν κήρυγμα εν παντί Ισραήλ από Βηρσαβεαί έως Δαν του ελθείν και ποιήσαι το φασέκ τω κυρίω θεώ Ισραήλ εις Ιερουσαλήμ ότι το πλήθος ουκ εποίησε κατά την γραφήν 6και επορεύθησαν οι τρέχοντες συν ταις επιστολαίς παρά του βασιλέως και των αρχόντων εις πάντα Ισραήλ και Ιούδαν κατά το πρόσταγμα του βασιλέως λέγοντες οι υιοί Ισραήλ επιστρέψατε προς κύριον θεόν Αβραάμ και Ισαάκ και Ιακώβ και επιστρέψει τους ανασεσωσμένους τους καταλειφθέντας από χειρός βασιλέως Ασσούρ 7και μη γίνεσθε καθώς οι πατέρες υμών και οι αδελφοί υμών οι απέστησαν από κυρίου θεού των πατέρων αυτών και παρέδωκεν αυτούς εις ερήμωσιν καθώς υμείς οράτε 8και μη σκληρύνητε τους τραχήλους υμών ως οι πατέρες υμών δότε δόξαν κυρίω τω θεώ και εισέλθετε εις το αγίασμα αυτού ο ηγίασεν εις τον αιώνα και δουλεύσατε τω κυρίω θεώ υμών και αποστρέψει αφ΄ υμών τον θυμόν της οργής αυτού 9ότι εν τω επιστρέφειν υμάς προς κύριον οι αδελφοί υμών και τα τέκνα υμών έσονται εν οικτιρμοίς εναντίον πάντων των αιχμαλωτισάντων αυτούς και αποστρέψει αυτούς εις την γην ταύτην ότι ελεήμων και οικτίρμων κύριος ο θεός ημών και ουκ αποστρέψει το πρόσωπον αυτού αφ΄ ημών εάν επιστρέψωμεν προς αυτόν 10και ήσαν οι τρέχοντες διαπορευόμενοι πόλιν εκ πόλεως εν τω όρει Εφραϊμ και Μανασσή και έως Ζαβουλών και εγένοντο ως καταγελώντες αυτών και καταμωκώμενοι αυτούς 11αλλά άνθρωποι από Ασήρ και Μανασσή και από Ζαβουλών ενετράπησαν και ήλθον εις Ιερουσαλήμ 12και εν Ιούδα εγένετο χειρ θεού δούναι αυτοίς καρδίαν μίαν ελθείν και ποιήσαι κατά το πρόσταγμα του βασιλέως και των αρχόντων εν λόγω κυρίου 13και συνήχθησαν εν Ιερουσαλήμ λαός πολύς του ποιήσαι την εορτήν των αζύμων εν τω μηνί τω δευτέρω εκκλησία πολλή σφόδρα 14και ανέστησαν και καθείλον τα θυσιαστήρια εν Ιερουσαλήμ και πάντα εν οις εθυμίων τοις ψευδέσι κατέσπασαν και έρριψαν εις τον χειμάρρουν Κεδρών 15και έθυσαν το φασέκ τη τεσσαρεσκαιδεκάτη του μηνός του δευτέρου και οι ιερείς και οι Λευίται ενετράπησαν και ηγιάσθησαν και εισήνεγκαν ολοκαυτώματα εις τον οίκον κυρίου 16και έστησαν επί την στάσιν αυτών κατά το κρίμα αυτών κατά την εντολήν Μωυσή ανθρώπου του θεού και οι ιερείς εδέχοντο τα αίματα εκ χειρός των Λευιτών 17ότι πλήθος της εκκλησίας ουχ ηγνίσθη και οι Λευίται ήσαν του θύειν το φασέκ παντί τω μη δυναμένω αγνισθήναι τω κυρίω 18ότι το πλείστον του λαού από Εφραϊμ και Μανασσή και Ισσάχαρ και Ζαβουλών ουχ ηγνίσθησαν αλλά και έφαγον το φασέκ ου παρά την γραφήν και προσηύξατο Εζεκίας περί αυτών λέγων κύριος ο θεός ο αγαθός εξίλασαι υπέρ πάσης 19καρδίας κατευθυνούσης εκζητήσαι τον κύριον τον θεόν των πατέρων αυτών και ουκ ως κατά την αγνείαν των αγίων 20και επήκουσε κύριος του Εζεκίου και ιάσατο τον λαόν 21και εποίησαν οι υιοί Ισραήλ οι ευρεθέντες εν Ιερουσαλήμ την εορτήν των αζύμων επτά ημέρας εν ευφροσύνη μεγάλη και καθύμνουν τω κυρίω ημέραν καθ΄ ημέραν και οι ιερείς και οι Λευίται εν οργάνοις ισχύος τω κυρίω 22και ελάλησεν Εζεκίας επί καρδίαν πάντων των Λευιτών και των συνιόντων σύνεσιν αγαθήν τω κυρίω και συνετέλεσαν την εορτήν των αζύμων επτά ημέραις θύοντες θυσίας σωτηρίου και εξομολογούμενοι κυρίω τω θεώ των πατέρων αυτών 23και εβουλεύσατο πάσα η εκκλησία ποιήσαι επτά ημέρας άλλας και εποίησαν άλλας επτά ημέρας εν ευφροσύνη 24ότι Εζεκίας ο βασιλεύς Ιούδα απήρξατο πάση τη εκκλησία χιλίους μόσχους και επτακισχίλια πρόβατα και οι άρχοντες απήρξαντο τω λαώ μόσχους χιλίους και προβάτων δέκα χιλιάδας και ηγιάσθησαν των ιερέων εις πλήθος 25και ευφράνθη πάσα η εκκλησία Ιούδα και οι ιερείς και οι Λευίται και πάσα η εκκλησία οι ελθόντες εξ Ισραήλ και οι προσήλυτοι οι ελθόντες από γης Ισραήλ και οι κατοικούντες Ιούδα 26και εγένετο ευφροσύνη μεγάλη εν Ιερουσαλήμ ότι από ημερών Σολομώντος υιού Δαυίδ βασιλέως Ισραήλ ουκ εγένετο τοιαύτη εορτή εν Ιερουσαλήμ 27και ανέστησαν οι ιερείς οι Λευίται και ευλόγησαν τον λαόν και επηκούσθη η φωνή αυτών και ήλθεν η προσευχή αυτών εις το κατοικητήριον το άγιον αυτού εις τον ουρανόν
Copyright information for ABPGRK