2 Chronicles 36

CHAPTER 36

Jehoahaz Reigns in Judah

και έλαβεν ο λαός της γης τον Ιωάχαζ υιόν Ιωσίου και έχρισαν αυτόν και κατέστησαν αυτόν εις βασιλέα αντί του πατρός αυτού εν Ιερουσαλήμ υιός ων είκοσι και τριών ετών Ιωάχαζ εν τω βασιλεύειν αυτόν και τρίμηνον εβασίλευσεν εν Ιερουσαλήμ και μετέστησεν αυτόν ο βασιλεύς Αιγύπτου του μη βασιλεύειν αυτόν εν Ιερουσαλήμ και επέβαλε φόρον επί την γην εκατόν τάλαντα αργυρίου και τάλαντον χρυσίου

Jehoiakim Reigns in Judah

και κατέστησε βασιλεύς Αιγύπτου τον Ελιακείμ υιόν Ιωσίου βασιλέα επί Ιούδα και Ιερουσαλήμ και μετέστρεψε το όνομα αυτού Ιωακείμ και τον Ιωάχαζ αδελφόν αυτού έλαβε Φαραώ Νεχαώ και εισήγαγεν αυτόν εις Αίγυπτον υιός ων είκοσι και πέντε ετών Ιωακείμ εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ και εποίησε το πονηρόν ενώπιον κυρίου και ανέβη επ΄ αυτόν Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και έδησεν αυτόν εν χαλκαίς πέδαις και απήγαγεν αυτόν εις Βαβυλώνα και μέρος των σκευών οίκου κυρίου απήνεγκεν εις Βαβυλώνα και έθηκεν αυτά εν τω ναώ αυτού εν Βαβυλώνι

Jehoiachin Reigns in Judah

και τα λοιπά των λόγων Ιωακείμ και πάντα α εποίησεν ιδού ταύτα γέγραπται εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ και Ιούδα και εβασίλευσεν Ιεχονίας υιός αυτού αντ΄ αυτού υιός οκτώ ετών Ιεχονίας εν τω βασιλεύειν αυτόν και τρίμηνον και δέκα ημέρας εβασίλευσεν εν Ιερουσαλήμ και εποίησε το πονηρόν ενώπιον κυρίου

Zedekiah Reigns in Judah

10 και επιστρέφοντος του ενιαυτού απέστειλεν ο βασιλεύς Ναβουχοδονόσορ και εισήγαγεν αυτόν εις Βαβυλώνα μετά των σκευών των επιθυμητών οίκου κυρίου και εβασίλευσε Σεδεκίαν αδελφόν του πατρός αυτού επί Ιούδαν και Ιερουσαλήμ 11 ετών είκοσι ενός υιός Σεδεκίας εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ 12 και εποίησε το πονηρόν ενώπιον κυρίου θεού αυτού και ουκ ενετράπη από προσώπου Ιερεμίου του προφήτου και εκ στόματος κυρίου 13 εν τω τα προς τον βασιλέα Ναβουχοδονόσορ αθετήσαι α ώρκισεν αυτόν κατά του θεού και εσκλήρυνε τον τράχηλον αυτού και την καρδίαν αυτού κατίσχυσε του μη επίστρεψαι προς κύριον θεόν Ισραήλ 14 και πάντες οι ένδοξοι Ιούδα και οι ιερείς και ο λαός της γης επλήθυναν του αθετήσαι αθετήματα κατά τα βδελύγματα εθνών και εμίαναν τον οίκον κυρίου τον εν Ιερουσαλήμ 15 και εξαπέστειλε κύριος ο θεός των πατέρων αυτών προς αυτούς εν χειρί των προφητών αυτού ορθρίζων και αποστέλλων τους αγγέλους αυτού ότι ην φειδόμενος του λαού αυτού και του αγιάσματος αυτού 16 και ήσαν μυκτηρίζοντες τους αγγέλους αυτού και εξουθενούντες τους λόγους αυτού και εμπαίζοντες εν τοις προφήταις αυτού έως ανέβη ο θυμός κυρίου εν τω λαώ αυτού έως ουκ ην ίαμα

The Destruction of Jerusalem

17 και ήγαγεν επ΄ αυτούς βασιλέα Χαλδαίων και απέκτεινε τους νεανίσκους αυτών εν ρομφαία εν οίκω αγιάσματος αυτού και ουκ εφείσατο των νεανίσκων και τας παρθένους αυτών ουκ ηλέησε και τους πρεσβυτέρους αυτών απήγαγεν τα πάντα παρέδωκεν εν χερσίν αυτών 18 και πάντα τα σκεύη οίκου του θεού τα μεγάλα και τα μικρά και τους θησαυρούς οίκου κυρίου και πάντας τους θησαυρούς του βασιλέως και των μεγιστάνων πάντα εισήνεγκεν εις Βαβυλώνα 19 και ενέπρησε τον οίκον κυρίου και κατέσκαψε το τείχος Ιερουσαλήμ και τας βάρεις αυτής ενέπρησεν εν πυρί και παν σκεύος ωραίον εις αφανισμόν 20 και απώκισε τους καταλοίπους εις Βαβυλώνα και ήσαν αυτώ και τοις υιοίς αυτού εις δούλους έως βασιλείας Μήδων 21 του πληρωθήναι λόγον κυρίου διά στόματος Ιερεμίου έως του προσδέξασθαι την γην τα σάββατα αυτής σαββατίσαι πάσας τας ημέρας της ερημώσεως αυτής εσαββάτισεν εις συμπλήρωσιν ετών εβδομήκοντα

The Proclamation of Cyrus

22 ετους πρώτου Κύρου βασιλέως Περσών μετά το πληρωθήναι ρήμα κυρίου διά στόματος Ιερεμίου εξήγειρε κύριος το πνεύμα Κύρου βασιλέως Περσών και παρήγγειλε κηρύξαι εν πάση τη βασιλεία αυτού εν γραπτώ λέγων 23 τάδε λέγει Κύρος βασιλεύς Περσών πάσαις ταις βασιλείαις της γης έδωκέ μοι κύριος ο θεός του ουρανού και αυτός ενετείλατό μοι οικοδομήσαι αυτώ οίκον εν Ιερουσαλήμ τη εν τη Ιουδαία τις εξ υμών εκ παντός του λαού αυτού κύριος ο θεός αυτού έσται μετ΄ αυτού αναβήτω
Copyright information for ABPGRK