2 Chronicles 6

CHAPTER 6

Solomon Blesses The LORD

τότε είπε Σολομών κύριος είπε του κατασκηνώσαι εν γνόφω και εγώ ωκοδόμηκα οίκον τω ονόματί σου άγιόν σοι και έτοιμον του κατασκηνώσαι εις τους αιώνας και επέστρεψεν ο βασιλεύς το πρόσωπον αυτού και ευλόγησε πάσαν την εκκλησίαν Ισραήλ και πάσα η εκκλησία Ισραήλ παρειστήκει και είπεν ευλογητός κύριος ο θεός Ισραήλ ος ελάλησεν εν στόματι αυτού προς Δαυίδ τον πατέρα μου και εν χερσίν αυτού επλήρωσε λέγων από της ημέρας ης ανήγαγον τον λαόν μου εκ γης Αιγύπτου ουκ εξελεξάμην εν πόλει από πασών φυλών Ισραήλ του οικοδομήσαι οίκον του είναι το όνομά μου εκεί και ουκ εξελεξάμην ανδρί του είναι εις ηγούμενον επί τον λαόν μου Ισραήλ και εξελεξάμην την Ιερουσαλήμ του γενέσθαι το όνομά μου εκεί και εξελεξάμην τον Δαυίδ του είναι επάνω του λαόν μου Ισραήλ και εγένετο επί καρδίαν Δαυίδ του πατρός μου του οικοδομήσαι οίκον τω ονόματι κυρίου του θεού Ισραήλ και είπε κύριος προς Δαυίδ τον πατέρα μου διότι εγένετο επί καρδίαν σου του οικοδομήσαι οίκον τω ονόματί μου καλώς εποίησας ότι εγένετο επί καρδίαν σου πλην συ ουκ οικοδομήσεις μοι οίκον ότι ο υιός σου ος εξελεύσεται εκ της οσφύος σου αυτός οικοδομήσει τον οίκον τω ονόματί μου 10 και ανέστησε κύριος τον λόγον ον ελάλησε και εγενόμην αντί Δαυίδ του πατρός μου και εκάθισα επί τον θρόνον Ισραήλ καθώς ελάλησε κύριος και ωκοδόμησα τον οίκον τω ονόματι κυρίου του θεού Ισραήλ 11 και έθηκα εκεί την κιβωτόν εν η εκεί η διαθήκη κυρίου ην διέθετο τω Ισραήλ 12 και έστη εναντίον του θυσιαστηρίου κυρίου έναντι πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού 13 ότι εποίησε Σολομών βάσιν χαλκήν και έθηκεν αυτήν εν μέσω της αυλής του ιερού πέντε πηχεών το μήκος αυτής και πέντε πηχεών το εύρος αυτής και τριών πηχεών το ύψος αυτής και έστη επ΄ αυτής και έκαμψεν επί τα γόνατα αυτού εναντίον πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού εις τον ουρανόν 14 και είπε κύριε ο θεός του Ισραήλ ουκ έστιν όμοιός σοι θεός εν ουρανώ και επί της γης φυλάσσων την διαθήκην και το έλεος τοις παισί σου τοις πορευομένοις εναντίον σου εν όλη καρδία αυτων 15 α εφύλαξας τω παιδί σου Δαυίδ τω πατρί μου α ελάλησας αυτώ και ελάλησας εν στόματί σου και εν χερσί σου επλήρωσας ως η ημέρα αύτη 16 και νυν κύριε ο θεός Ισραήλ φύλαξον τω παιδί σου Δαυίδ τω πατρί μου α ελάλησας αυτώ λέγων ουκ εκλείψει σοι ανήρ από προσώπου μου καθήμενος επί θρόνου Ισραήλ πλην εάν φυλάξωσιν οι υιοί σου την οδόν αυτών του πορεύεσθαι εν τω νόμω μου ως επορεύθης εναντίον μου 17 και νυν κύριε ο θεός Ισραήλ πιστωθήτω δη το ρήμά σου ο ελάλησας τω δούλω σου Δαυίδ 18 ότι ει αληθώς κατοικήσει θεός μετά ανθρώπων επί της γης ει ο ουρανός και ο ουρανός του ουρανού ουκ αρκέσουσί σοι και τις ο οίκος ούτος ον ωκοδόμησα 19 και επιβλέψη επί την προσευχήν του δούλου σου και επί την δέησιν αυτού κύριε ο θεός μου του επακούσαι της δεήσεως και της προσευχής ης ο δούλός σου προσεύχεται εναντίον σου σήμερον 20 του είναι τους οφθαλμούς σου ανεωγμένους επί τον οίκον τούτον ημέρας και νυκτός εις τον τόπον τούτον ον είπας επικληθήναι το όνομά σου εκεί του ακούσαι της προσευχής ης προσεύχεται ο δούλός σου εις τον τόπον τούτον 21 και ακούση της δεήσεως του δούλου σου και του λαού σου Ισραήλ α άν προσεύξωνται εις τον τόπον τούτον και συ ακούση εκ του τόπου της κατοικήσεως σου εκ του ουρανού και ακούση και ίλεως έση 22 εάν αμάρτη ανήρ τω πλησίον αυτού και λάβη επ΄ αυτόν αράν του αράσασθαι αυτόν και έλθη και αράσηται κατέναντι του θυσιαστηρίου εν τω οίκω τούτω 23 και συ εισακούση εκ του ουρανού και ποιήσεις και κρινείς τους δούλους σου του αποδούναι τω ανόμω και αποδούναι οδούς αυτού εις κεφαλήν αυτού και του δικαιώσαι δίκαιον του αποδούναι αυτώ κατά την δικαιοσύνην αυτού 24 και εάν θραυσθή ο λαός σου Ισραήλ ενώπιον εχθρού εάν αμάρτωσί σοι και επιστρέψωσι και εξομολογήσωνται τω ονόματί σου και προσεύξωνται και δεηθώσιν εναντίον σου εν τω οίκω τούτω 25 και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του λαού σου Ισραήλ και αποστρέψεις αυτούς εις την γην ην έδωκας αυτοίς και τοις πατράσιν αυτών 26 εν τω συσχεθήναι τον ουρανόν και μη γενέσθαι υετόν ότι αμαρτήσονταί σοι και προσεύξονται εις τον τόπον τούτον και εξομολογήσονται τω όνοματί σου και από των αμαρτιών αυτών επιστρέψουσιν ότι ταπεινώσεις αυτούς 27 και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις των παίδων σου και του λαού σου Ισραήλ ότι δηλώσεις αυτοίς την οδόν την αγαθήν εν η πορεύσονται εν αυτή και δώσεις υετόν επί την γην σου ην έδωκας τω λαώ σου εις κληρονομίαν 28 λιμός εάν γένηται επί της γης θάνατος εάν γένηται ανεμοφθορία ίκτερος ακρίς και βρούχος εάν γένηται και εάν θλίψωσιν αυτόν οι εχθροί αυτού εν τη γη κατέναντι των πόλεων αυτού κατά πάσαν πληγήν και πάντα πόνον 29 και πάσαν προσευχήν και πάσαν δέησιν η εάν γένηται παντί ανθρώπω και παντί τω λαώ σου Ισραήλ εάν γνώ άνθρωπος αφήν αυτού και την μαλακίαν αυτού και διαπετάση τας χείρας αυτού εις τον οίκον τούτον 30 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ιλάση και δώσεις ανδρί κατά τας οδούς αυτού ως αν γνώς την καρδίαν αυτού ότι συ μονώτατος γινώσκεις την καρδίαν των υιών ανθρώπων 31 όπως φοβώνταί σε του πορεύεσθαι εν πάσαις ταις οδοίς σου πάσας τας ημέρας ας αυτοί ζώσιν επί προσώπου της γης ης έδωκας τοις πατράσιν ημών 32 και γε πας αλλότριος ος ουκ έστιν εκ του λαού σου Ισραήλ και έλθη εκ γης μακρόθεν διά το όνομά σου το μέγα και την χείρά σου την κραταιάν και τον βραχίονά σου τον υψηλόν και έλθωσι και προσεύξωνται εις τον τόπον τούτον 33 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ποιήσεις κατά πάντα όσα αν επικαλέσηταί σε ο αλλότριος όπως γνώσι πάντες οι λαοί της γης το όνομά σου και του φοβείσθαί σε ως ο λαός σου Ισραήλ και του γνώναι ότι το όνομά σου επικέκληται επί τον οίκον τούτον ον ωκοδόμησα 34 εάν δε εξέλθη ο λαός σου εις πόλεμον επί τους εχθρούς αυτού εν οδώ η αποστελείς αυτούς και προσεύξωνται προς σε κατά την οδόν της πόλεως ταύτης ην εξελέξω εν αυτή και του οίκου ου ωκοδόμησα τω ονόματί σου 35 και ακούση εκ του ουρανού της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το δικαίωμα αυτών 36 ότι αμαρτήσονταί σοι ότι ουκ έστιν άνθρωπος ος ουχ αμαρτήσεται και εάν θυμωθής επ΄ αυτούς και παραδώς αυτούς κατά πρόσωπον εχθρών και αιχμαλωτεύσουσιν αυτούς οι αιχμαλωτεύσαντες εις γην μακράν η εγγύς 37 και επιστρέψωσι καρδίαν αυτών εν τη γη ου ηχμαλωτεύθησαν εκεί και επιστρέψωσι και δεηθώσί σου εν τη γη αιχμαλωσίας αυτών λέγοντες ημάρτομεν ηνομήσαμεν και ησεβήσαμεν 38 και επιστρέψωσι προς σε εν όλη καρδία αυτών και εν όλη ψυχή αυτών εν γη αιχμαλωτευσάντων αυτούς ου ηχμαλώτευσαν αυτούς εκεί και προσεύξωνται οδόν γης αυτών ης έδωκας τοις πατράσιν αυτών και της πόλεως ης εξελέξω και του οίκου ου ωκοδόμησα τω ονόματί σου 39 και ακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το κρίμα αυτών και ίλεως έση τω λαώ τω αμαρτόντι σοι 40 και νυν κύριε ο θεός έστωσαν δη οι οφθαλμοί σου ανεωγμένοι και τα ωτά σου επήκοα εις την δέησιν του τόπου τούτου 41 και νυν ανάστηθι κύριε ο θεός εις την κατάπαυσίν σου συ και η κιβωτός της ισχύος σου οι ιερείς σου κύριε ο θεός ενδύσονται σωτηρίαν και οι όσιοί σου ευφρανθήσονται εν αγαθοίς 42 κύριε ο θεός μη αποστρέψης το πρόσωπον του χριστού σου μνήσθητι τα ελέη Δαυίδ του δούλου σου
Copyright information for ABPGRK