2 Chronicles 24

CHAPTER 24

Joash Repairs the House of The LORD

1ον ετών επτά Ιωάς εν τω βασιλεύειν αυτόν και τεσσαράκοντα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Σαβία εκ Βηρσαβεαί 2και εποίησεν Ιωάς το ευθές ενώπιον κυρίου πάσας τας ημέρας Ιωδαέ του ιερέως 3και έλαβεν Ιωδαέ δύο γυναίκας εαυτώ και εγέννησεν υιούς και θυγατέρες 4και εγένετο μετά ταύτα και εγένετο επί καρδίαν Ιωάς επισκευάσαι τον οίκον κυρίου 5και συνήγαγε τους ιερείς και τους Λευίτας και είπεν αυτοίς εξέλθατε εις τας πόλεις Ιούδα και συναγάγετε από παντός Ισραήλ αργύριον του κραταιώσαι τον οίκον κυρίου του θεού υμών από ικανού ενιαυτόν κατ΄ ενιαυτόν και σπεύσατε λαλήσαι και ουκ έσπευσαν οι Λευίται 6και εκάλεσεν ο βασιλεύς τον Ιωδαέ τον άρχοντα και είπεν αυτώ διατί ουκ εξεζήτησας περί των Λευιτών του εισενεγκείν από Ιούδα και Ιερουσαλήμ το κεκριμένον λήμμα υπό Μωυσή ανθρώπου του θεού ότι εξεκκλησίασε τον Ισραήλ εις την σκηνήν του μαρτυρίου 7ότι Γοθολία ην άνομος και οι υιοί αυτής κατέσπασαν τον οίκον του θεού και γε πάντα τα άγια οίκου κυρίου εποίησαν τοις Βααλείμ 8και είπεν ο βασιλεύς γενηθήτω γλωσσόκομον και τεθήτω εν τη πύλη του οίκου κυρίου έξω 9και κηρυξάτωσαν εν Ιούδα και εν Ιερουσαλήμ εισενεγκείν τω κυρίω καθώς είπε Μωυσής παις του θεού επί τον Ισραήλ εν τη ερήμω 10και ευφράνθησαν πάντες άρχοντες και πας ο λαός και εισέφερον και ενέβαλλον εις το γλωσσόκομον έως ου επληρώθη 11και εγένετο εν τω καιρώ του ενεγκείν το γλωσσόκομον προς τους προστάτας του βασιλέως διά χειρός των Λευιτών και ηνίκα είδον ότι επλεόνασε το αργύριον και ήλθεν ο γραμματεύς του βασιλέως και ο προστάτης του μεγάλου ιερέως και εξεκένωσαν το γλωσσόκομον και ήραν και κατέστησαν αυτόν επί του τόπου αυτού ούτως εποίουν ημέραν εξ ημέρας και συνήγαγον αργύριον πολύ 12και έδωκεν αυτό ο βασιλεύς και Ιωδαέ ο ιερεύς τοις ποιούσι τα έργα εις εργασίαν οίκου κυρίου και εμισθούντο λατόμους και τέκτονας επισκευάσαι τον οίκον κυρίου και χαλκείς σιδήρου και χαλκού του κραταιώσαι τον οίκον κυρίου 13και εποίουν οι ποιούντες τα έργα και ανέβη μήκος των έργων εν χερσίν αυτών και ανέστησαν τον οίκον κυρίου επί την στάσιν αυτού και ενίσχυσαν 14και ως συνετέλεσαν ήνεγκαν προς τον βασιλέα και προς Ιωδαέ το κατάλοιπον του αργυρίου και εποίησαν αυτό σκεύη εις οίκον κυρίου σκεύη λειτουργικά και των ολοκαυτωμάτων και θυϊσκας και σκεύη χρυσά και αργυρά και ανήνεγκαν ολοκαυτώσεις εν τω οίκω κυρίου διαπαντός πάσας τας ημέρας Ιωδαέ 15και εγήρασεν Ιωδαέ και ην πλήρης ημερών και ετελεύτησεν υιός ον εκατόν και τριάκοντα ετών εν τω τελευτάν αυτόν 16και έθαψαν αυτόν εν πόλει Δαυίδ μετά των βασιλέων ότι εποίησεν αγαθωσύνην μετά Ισραήλ και μετά του θεού και του οίκου αυτού 17και εγένετο μετά την τελευτήν Ιωδαέ εισήλθον οι άρχοντες Ιούδα και προσεκύνησαν τον βασιλέα τότε επήκουσεν ο βασιλεύς αυτών

Judah Abandons the House of The LORD

18και εγκατέλιπον τον οίκον κυρίου του θεού των πατέρων αυτών και ελάτρευσαν τη Αστάρτη και τοις ειδώλοις και εγένετο οργή επί Ιούδαν και επί Ιερουσαλήμ εν τη πλημμελεία αυτών 19και απέστειλε προς αυτούς προφήτας επιστρέψαι αυτούς προς κύριον και διεμαρτύρατο αυτοίς και ουχ ήκουσαν 20και πνεύμα θεού ενέδυσε τον Ζαχαρίαν τον του Ιωδαέ του ιερέως και ανέστη επάνω του λαού και είπεν αυτοίς τάδε λέγει κύριος ινατί υμείς παραπορεύεσθε τας εντολάς κυρίου και ουκ ευοδωθήσεσθε ότι εγκατελίπετε τον κύριον και εγκαταλείψει υμάς

Joash Kills the Son of Jehoiada

21και επέθεντο αυτώ και ελιθοβόλησαν αυτόν λίθοις δι΄ εντολής Ιωάς του βασιλέως εν αυλή οίκου κυρίου 22και ουκ εμνήσθη Ιωάς ο βασιλεύς του ελέους ου εποίησεν Ιωδαέ ο πατήρ αυτού μετ΄ αυτού και εθανάτωσε τον υιόν αυτού και ως απέθνησκεν είπεν ίδοι κύριος και κρίναι 23και εγένετο εις την συντέλειαν του ενιαυτού ανέβη επ΄ αυτόν δύναμις Συρίας και ήλθεν επί Ιούδαν και επί Ιερουσαλήμ και κατέφθειραν πάντας τους άρχοντας του λαού εκ του λαού και πάντα τα σκύλα αυτών απέστειλαν τω βασιλεί Δαμασκού 24ότι εν ολίγοις ανδράσι παρεγένετο δύναμις Συρίας και ο θεός παρέδωκεν εις τας χείρας αυτών δύναμιν πολλήν σφόδρα ότι εγκατέλιπον κύριον τον θεόν των πατέρων αυτών και μετά Ιωάς εποίησαν κρίματα 25και μετά το απελθείν αυτούς απ΄ αυτού εν τω εγκαταλιπείν αυτόν εν μαλακίαις μεγάλαις και επέθεντο αυτώ οι παίδες αυτού εν αίμασιν των υιών Ιωδαέ του ιερέως και εθανάτωσαν αυτόν επί της κλίνης αυτού και απέθανε και έθαψαν αυτόν εν πόλει Δαυίδ και ουκ έθαψαν αυτόν εν τω τάφω των βασιλέων 26και οι επιθέμενοι επ΄ αυτόν Ζαβαδ υιος Σαμαάθ της Αμμανίτιδος και Ιωζαβέδ υιος Σαμαρίθ της Μωαβίτιδος 27και υιοί αυτού και πλείστα λήμματα κατ΄ αυτού και η θεμελίωσις οίκου του θεού και τα λοιπά ιδού εστί γεγραμμένα επί την γραφήν βιβλίου των βασιλέων και εβασίλευσεν Αμασίας υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK