2 Chronicles 6

CHAPTER 6

Solomon Blesses The LORD

1τότε είπε Σολομών κύριος είπε του κατασκηνώσαι εν γνόφω 2και εγώ ωκοδόμηκα οίκον τω ονόματί σου άγιόν σοι και έτοιμον του κατασκηνώσαι εις τους αιώνας 3και επέστρεψεν ο βασιλεύς το πρόσωπον αυτού και ευλόγησε πάσαν την εκκλησίαν Ισραήλ και πάσα η εκκλησία Ισραήλ παρειστήκει 4και είπεν ευλογητός κύριος ο θεός Ισραήλ ος ελάλησεν εν στόματι αυτού προς Δαυίδ τον πατέρα μου και εν χερσίν αυτού επλήρωσε λέγων 5από της ημέρας ης ανήγαγον τον λαόν μου εκ γης Αιγύπτου ουκ εξελεξάμην εν πόλει από πασών φυλών Ισραήλ του οικοδομήσαι οίκον του είναι το όνομά μου εκεί και ουκ εξελεξάμην ανδρί του είναι εις ηγούμενον επί τον λαόν μου Ισραήλ 6και εξελεξάμην την Ιερουσαλήμ του γενέσθαι το όνομά μου εκεί και εξελεξάμην τον Δαυίδ του είναι επάνω του λαόν μου Ισραήλ 7και εγένετο επί καρδίαν Δαυίδ του πατρός μου του οικοδομήσαι οίκον τω ονόματι κυρίου του θεού Ισραήλ 8και είπε κύριος προς Δαυίδ τον πατέρα μου διότι εγένετο επί καρδίαν σου του οικοδομήσαι οίκον τω ονόματί μου καλώς εποίησας ότι εγένετο επί καρδίαν σου 9πλην συ ουκ οικοδομήσεις μοι οίκον ότι ο υιός σου ος εξελεύσεται εκ της οσφύος σου αυτός οικοδομήσει τον οίκον τω ονόματί μου 10και ανέστησε κύριος τον λόγον ον ελάλησε και εγενόμην αντί Δαυίδ του πατρός μου και εκάθισα επί τον θρόνον Ισραήλ καθώς ελάλησε κύριος και ωκοδόμησα τον οίκον τω ονόματι κυρίου του θεού Ισραήλ 11και έθηκα εκεί την κιβωτόν εν η εκεί η διαθήκη κυρίου ην διέθετο τω Ισραήλ 12και έστη εναντίον του θυσιαστηρίου κυρίου έναντι πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού 13ότι εποίησε Σολομών βάσιν χαλκήν και έθηκεν αυτήν εν μέσω της αυλής του ιερού πέντε πηχεών το μήκος αυτής και πέντε πηχεών το εύρος αυτής και τριών πηχεών το ύψος αυτής και έστη επ΄ αυτής και έκαμψεν επί τα γόνατα αυτού εναντίον πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού εις τον ουρανόν 14και είπε κύριε ο θεός του Ισραήλ ουκ έστιν όμοιός σοι θεός εν ουρανώ και επί της γης φυλάσσων την διαθήκην και το έλεος τοις παισί σου τοις πορευομένοις εναντίον σου εν όλη καρδία αυτων 15α εφύλαξας τω παιδί σου Δαυίδ τω πατρί μου α ελάλησας αυτώ και ελάλησας εν στόματί σου και εν χερσί σου επλήρωσας ως η ημέρα αύτη 16και νυν κύριε ο θεός Ισραήλ φύλαξον τω παιδί σου Δαυίδ τω πατρί μου α ελάλησας αυτώ λέγων ουκ εκλείψει σοι ανήρ από προσώπου μου καθήμενος επί θρόνου Ισραήλ πλην εάν φυλάξωσιν οι υιοί σου την οδόν αυτών του πορεύεσθαι εν τω νόμω μου ως επορεύθης εναντίον μου 17και νυν κύριε ο θεός Ισραήλ πιστωθήτω δη το ρήμά σου ο ελάλησας τω δούλω σου Δαυίδ 18ότι ει αληθώς κατοικήσει θεός μετά ανθρώπων επί της γης ει ο ουρανός και ο ουρανός του ουρανού ουκ αρκέσουσί σοι και τις ο οίκος ούτος ον ωκοδόμησα 19και επιβλέψη επί την προσευχήν του δούλου σου και επί την δέησιν αυτού κύριε ο θεός μου του επακούσαι της δεήσεως και της προσευχής ης ο δούλός σου προσεύχεται εναντίον σου σήμερον 20του είναι τους οφθαλμούς σου ανεωγμένους επί τον οίκον τούτον ημέρας και νυκτός εις τον τόπον τούτον ον είπας επικληθήναι το όνομά σου εκεί του ακούσαι της προσευχής ης προσεύχεται ο δούλός σου εις τον τόπον τούτον 21και ακούση της δεήσεως του δούλου σου και του λαού σου Ισραήλ α άν προσεύξωνται εις τον τόπον τούτον και συ ακούση εκ του τόπου της κατοικήσεως σου εκ του ουρανού και ακούση και ίλεως έση 22εάν αμάρτη ανήρ τω πλησίον αυτού και λάβη επ΄ αυτόν αράν του αράσασθαι αυτόν και έλθη και αράσηται κατέναντι του θυσιαστηρίου εν τω οίκω τούτω 23και συ εισακούση εκ του ουρανού και ποιήσεις και κρινείς τους δούλους σου του αποδούναι τω ανόμω και αποδούναι οδούς αυτού εις κεφαλήν αυτού και του δικαιώσαι δίκαιον του αποδούναι αυτώ κατά την δικαιοσύνην αυτού 24και εάν θραυσθή ο λαός σου Ισραήλ ενώπιον εχθρού εάν αμάρτωσί σοι και επιστρέψωσι και εξομολογήσωνται τω ονόματί σου και προσεύξωνται και δεηθώσιν εναντίον σου εν τω οίκω τούτω 25και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του λαού σου Ισραήλ και αποστρέψεις αυτούς εις την γην ην έδωκας αυτοίς και τοις πατράσιν αυτών 26εν τω συσχεθήναι τον ουρανόν και μη γενέσθαι υετόν ότι αμαρτήσονταί σοι και προσεύξονται εις τον τόπον τούτον και εξομολογήσονται τω όνοματί σου και από των αμαρτιών αυτών επιστρέψουσιν ότι ταπεινώσεις αυτούς 27και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις των παίδων σου και του λαού σου Ισραήλ ότι δηλώσεις αυτοίς την οδόν την αγαθήν εν η πορεύσονται εν αυτή και δώσεις υετόν επί την γην σου ην έδωκας τω λαώ σου εις κληρονομίαν 28λιμός εάν γένηται επί της γης θάνατος εάν γένηται ανεμοφθορία ίκτερος ακρίς και βρούχος εάν γένηται και εάν θλίψωσιν αυτόν οι εχθροί αυτού εν τη γη κατέναντι των πόλεων αυτού κατά πάσαν πληγήν και πάντα πόνον 29και πάσαν προσευχήν και πάσαν δέησιν η εάν γένηται παντί ανθρώπω και παντί τω λαώ σου Ισραήλ εάν γνώ άνθρωπος αφήν αυτού και την μαλακίαν αυτού και διαπετάση τας χείρας αυτού εις τον οίκον τούτον 30και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ιλάση και δώσεις ανδρί κατά τας οδούς αυτού ως αν γνώς την καρδίαν αυτού ότι συ μονώτατος γινώσκεις την καρδίαν των υιών ανθρώπων 31όπως φοβώνταί σε του πορεύεσθαι εν πάσαις ταις οδοίς σου πάσας τας ημέρας ας αυτοί ζώσιν επί προσώπου της γης ης έδωκας τοις πατράσιν ημών 32και γε πας αλλότριος ος ουκ έστιν εκ του λαού σου Ισραήλ και έλθη εκ γης μακρόθεν διά το όνομά σου το μέγα και την χείρά σου την κραταιάν και τον βραχίονά σου τον υψηλόν και έλθωσι και προσεύξωνται εις τον τόπον τούτον 33και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ποιήσεις κατά πάντα όσα αν επικαλέσηταί σε ο αλλότριος όπως γνώσι πάντες οι λαοί της γης το όνομά σου και του φοβείσθαί σε ως ο λαός σου Ισραήλ και του γνώναι ότι το όνομά σου επικέκληται επί τον οίκον τούτον ον ωκοδόμησα 34εάν δε εξέλθη ο λαός σου εις πόλεμον επί τους εχθρούς αυτού εν οδώ η αποστελείς αυτούς και προσεύξωνται προς σε κατά την οδόν της πόλεως ταύτης ην εξελέξω εν αυτή και του οίκου ου ωκοδόμησα τω ονόματί σου 35και ακούση εκ του ουρανού της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το δικαίωμα αυτών 36ότι αμαρτήσονταί σοι ότι ουκ έστιν άνθρωπος ος ουχ αμαρτήσεται και εάν θυμωθής επ΄ αυτούς και παραδώς αυτούς κατά πρόσωπον εχθρών και αιχμαλωτεύσουσιν αυτούς οι αιχμαλωτεύσαντες εις γην μακράν η εγγύς 37και επιστρέψωσι καρδίαν αυτών εν τη γη ου ηχμαλωτεύθησαν εκεί και επιστρέψωσι και δεηθώσί σου εν τη γη αιχμαλωσίας αυτών λέγοντες ημάρτομεν ηνομήσαμεν και ησεβήσαμεν 38και επιστρέψωσι προς σε εν όλη καρδία αυτών και εν όλη ψυχή αυτών εν γη αιχμαλωτευσάντων αυτούς ου ηχμαλώτευσαν αυτούς εκεί και προσεύξωνται οδόν γης αυτών ης έδωκας τοις πατράσιν αυτών και της πόλεως ης εξελέξω και του οίκου ου ωκοδόμησα τω ονόματί σου 39και ακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το κρίμα αυτών και ίλεως έση τω λαώ τω αμαρτόντι σοι 40και νυν κύριε ο θεός έστωσαν δη οι οφθαλμοί σου ανεωγμένοι και τα ωτά σου επήκοα εις την δέησιν του τόπου τούτου 41και νυν ανάστηθι κύριε ο θεός εις την κατάπαυσίν σου συ και η κιβωτός της ισχύος σου οι ιερείς σου κύριε ο θεός ενδύσονται σωτηρίαν και οι όσιοί σου ευφρανθήσονται εν αγαθοίς 42κύριε ο θεός μη αποστρέψης το πρόσωπον του χριστού σου μνήσθητι τα ελέη Δαυίδ του δούλου σου
Copyright information for ABPGRK