2 Corinthians 11

CHAPTER 11

Paul's Motives Defended

1όφελον ανείχεσθέ μου μικρόν τη αφροσύνη αλλά και ανέχεσθέ μου 2ζηλώ γαρ υμάς ζήλω θεού ηρμοσάμην γαρ υμάς ενί ανδρί παρθένον αγνήν παραστήσαι τω χριστώ 3φοβούμαι δε μήπως ως ο όφις Εύαν εξηπάτησεν εν τη πανουργία αυτού ούτω φθαρή τα νοήματα υμών από της απλότητος της εις τον χριστόν 4ει μεν γαρ ο ερχόμενος άλλον Ιησούν κηρύσσει ον ουκ εκηρύξαμεν η πνεύμα έτερον λαμβάνετε ο ουκ ελάβετε η ευαγγέλιον έτερον ο ουκ εδέξασθε καλώς ηνείχεσθε 5λογίζομαι γαρ μηδέν υστερηκέναι των υπέρ λίαν αποστόλων 6ει δε και ιδιώτης τω λόγω αλλ΄ ου τη γνώσει αλλ΄ εν παντί φανερωθέντες εν πάσιν εις υμάς 7η αμαρτίαν εποίησα εμαυτόν ταπεινών ίνα υμείς υψωθήτε ότι δωρεάν το του θεού ευαγγέλιον ευηγγελισάμην υμίν 8άλλας εκκλησίας εσύλησα λαβών οψώνιον προς την υμών διακονίαν 9και παρών προς υμάς και υστερηθείς ου κατενάρκησα ουδενός το γαρ υστέρημά μου προσανεπλήρωσαν οι αδελφοί ελθόντες από Μακεδονίας και εν παντί αβαρή υμίν εμαυτόν ετήρησα και τηρήσω 10έστιν αλήθεια χριστού εν εμοί ότι η καύχησις αύτη ου φραγήσεται εις εμέ εν τοις κλίμασι της Αχαϊας 11διατί ότι ουκ αγαπώ υμάς ο θεός οίδεν 12ο δε ποιώ και ποιήσω ίνα εκκόψω την αφορμήν των θελόντων αφορμήν ίνα εν ω καυχώνται ευρεθώσι καθώς και ημείς 13οι γαρ τοιούτοι ψευδαπόστολοι εργάται δόλιοι μετασχηματιζόμενοι εις αποστόλους χριστού 14και ου θαυμαστόν αυτός γαρ ο σατανάς μετασχηματίζεται εις άγγελον φωτός 15ου μέγα ούν ει και οι διακονοί αυτού μετασχηματίζονται ως διάκονοι δικαιοσύνης ων το τέλος έσται κατά τα έργα αυτών 16πάλιν λέγω μη τις με δόξη άφρονα είναι ει δε μη γε καν ως άφρονα δέξασθέ με ίνα μικρόν τι καγώ καυχήσωμαι 17ο λαλώ ου λαλώ κατά κύριον αλλ΄ ως εν αφροσύνη εν ταύτη τη υποστάσει της καυχήσεως 18επεί πολλοί καυχώνται κατά την σάρκα καγώ καυχήσομαι 19ηδέως γαρ ανέχεσθε των αφρόνων φρόνιμοι όντες 20ανέχεσθε γαρ ει τις υμάς καταδουλοί ει τις κατεσθίει ει τις λαμβάνει ει τις επαίρεται ει τις υμάς εις πρόσωπον δέρει 21κατά ατιμίαν λέγω ως ότι ημείς ησθενήσαμεν εν ω δ΄ αν τις τολμά εν αφροσύνη λέγω τολμώ καγώ 22Εβραίοί εισι καγώ Ισραηλίταί εισι καγώ σπέρμα Αβραάμ εισι καγώ 23διάκονοι χριστού εισι παραφρονών λαλώ υπέρ εγώ εν κόποις περισσοτέρως εν πληγαίς υπερβαλλόντως εν φυλακαίς περισσοτέρως εν θανάτοις πολλάκις 24υπό Ιουδαίων πεντάκις τεσσαράκοντα παρά μίαν έλαβον 25τρις ερραβδίσθην άπαξ ελιθάσθην τρις εναυάγησα νυχθήμερον εν τω βυθώ πεποίηκα 26οδοιπορίας πολλάκις κινδύνοις ποταμών κινδύνοις ληστών κινδύνοις εκ γένους κινδύνοις εξ εθνών κινδύνοις εν πόλει κινδύνοις εν ερημία κινδύνοις εν θαλάσση κινδύνοις εν ψευδαδέλφοις 27εν κόπω και μόχθω εν αγρυπνίαις πολλάκις εν λιμώ και δίψει εν νηστείαις πολλάκις εν ψύχει και γυμνότητι 28χωρίς των παρεκτός η επισύστασίς μου η καθ ημέραν η μέριμνα πασών των εκκλησιών 29τις ασθενεί και ουκ ασθενώ τις σκανδαλίζεται και ουκ εγώ πυρούμαι 30ει καυχάσθαι δει τα της ασθενείας μου καυχήσομαι 31ο θεός και πατήρ του κυρίου Ιησού χριστού οίδεν ο ων ευλογητός εις τους αιώνας ότι ου ψεύδομαι 32εν Δαμασκώ ο εθνάρχης Αρέτα του βασιλέως εφρούρει την Δαμασκηνών πόλιν πιάσαι με θέλων 33και διά θυρίδος εν σαργάνη εχαλάσθην διά του τείχους και εξέφυγον τας χείρας αυτού
Copyright information for ABPGRK