2 Corinthians 12

CHAPTER 12

Paul Boasts in His Weakness

καυχάσθαι δη ου συμφέρει μοι ελεύσομαι γαρ εις οπτασίας και αποκαλύψεις κυρίου οίδα άνθρωπον εν χριστώ προ ετών δεκατεσσάρων είτε εν σώματι ουκ οίδα είτε εκτός του σώματος ουκ οίδα ο θεός οίδεν αρπαγέντα τον τοιούτον έως τρίτου ουρανού και οίδα τον τοιούτον άνθρωπον είτε εν σώματι είτε εκτός του σώματος ουκ οίδα ο θεός οίδεν ότι ηρπάγη εις τον παράδεισον και ήκουσεν άρρητα ρήματα α ουκ εξόν ανθρώπω λαλήσαι υπέρ του τοιούτου καυχήσομαι υπέρ δε εμαυτού ου καυχήσομαι ει μη εν ταις ασθενείαις μου εάν γαρ θελήσω καυχήσασθαι ουκ έσομαι άφρων αλήθειαν γαρ ερώ φείδομαι δε μη τις εις εμέ λογίσηται υπέρ ο βλέπει με η ακούει τι εξ εμού και τη υπερβολή των αποκαλύψεων ίνα μη υπεραίρωμαι εδόθη μοι σκόλοψ τη σαρκί άγγελος σατάν ίνα με κολαφίζη ίνα μη υπεραίρωμαι υπέρ τούτου τρις τον κύριον παρεκάλεσα ίνα αποστή απ΄ εμού και είρηκέ μοι αρκεί σοι η χάρις μου η γαρ δύναμίς μου εν ασθενεία τελειούται ήδιστα ούν μάλλον καυχήσομαι εν ταις ασθενείαις μου ίνα επισκηνώση επ΄ εμέ η δύναμις του χριστού 10 διό ευδοκώ εν ασθενείαις εν ύβρεσιν εν ανάγκαις εν διωγμοίς εν στενοχωρίαις υπέρ χριστού όταν γαρ ασθενώ τότε δυνατός ειμι 11 γέγονα άφρων καυχώμενος υμείς με ηναγκάσατε εγώ γαρ ώφειλον υφ΄ υμών συνίστασθαι ουδέν γαρ υστέρησα των υπέρ λίαν αποστόλων ει και ουδέν ειμι 12 τα μεν σημεία του αποστόλου κατείργασθη εν υμίν εν πάση υπομονή εν σημείοις και τέρασι και δυνάμεσι 13 τι γαρ εστιν ο ηττήθητε υπέρ τας λοιπάς εκκλησίας ει μη ότι αυτός εγώ ου κατενάρκησα υμών χαρίσασθέ μοι την αδικίαν ταύτην 14 ιδού τρίτον ετοίμως έχω ελθείν προς υμάς και ου κατανάρκησω υμών ου γαρ ζητώ τα υμών αλλ΄ υμάς ου γαρ οφείλει τα τέκνα τοις γονεύσι θησαυρίζειν αλλ΄ οι γονείς τοις τέκνοις 15 εγώ δε ήδιστα δαπανήσω και εκδαπανηθήσομαι υπέρ των ψυχών υμών ει και περισσοτέρως υμάς αγαπών ήττον αγαπώμαι 16 έστω δε εγώ ου κατεβάρησα υμάς αλλ΄ υπάρχων πανούργος δόλω υμάς έλαβον 17 μη τινα ων απέσταλκα προς υμάς δι΄ αυτού επλεονέκτησα υμάς 18 παρεκάλεσα Τίτον και συναπέστειλα τον αδελφόν μη τι επλεονέκτησεν υμάς Τίτος ου τω αυτώ πνεύματι περιεπατήσαμεν ου τοις αυτοίς ίχνεσι 19 πάλιν δοκείτε ότι υμίν απολογούμεθα κατενώπιον του θεού εν χριστώ λαλούμεν τα δε πάντα αγαπητοί υπέρ της υμών οικοδομής 20 φοβούμαι γαρ μήπως ελθών ουχ οίους θέλω εύρω υμάς καγώ ευρεθώ υμίν οίον ου θέλετε μήπως έρις ζήλοι θυμοί ερίθειαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ακαταστασίαι 21 μη πάλιν ελθόντα με ταπεινώση ο θεός μου προς υμάς και πενθήσω πολλούς των προημαρτηκότων και μη μετανοησάντων επί τη ακαθαρσία και πορνεία και ασελγεία η έπραξαν
Copyright information for ABPGRK