2 Corinthians 13

CHAPTER 13

Final Exhortations

τρίτον τούτο έρχομαι προς υμάς επί στόματος δύο μαρτύρων και τριών σταθήσεται παν ρήμα προείρηκα και προλέγω ως παρών το δεύτερον και απών νυν γράφω τοις προημαρτηκόσι και τοις λοιποίς πάσιν ότι εάν έλθω εις το πάλιν ου φείσομαι επεί δοκιμήν ζητείτε του εν εμοί λαλούντος χριστού ος εις υμάς ουκ ασθενεί αλλά δυνατεί εν υμίν και γαρ ει εσταυρώθη εξ ασθενείας αλλά ζη εκ δυνάμεως θεού και γαρ ημείς ασθενούμεν εν αυτώ αλλά ζησόμεθα συν αυτώ εκ δυνάμεως θεού εις υμάς εαυτούς πειράζετε ει εστέ εν τη πίστει εαυτούς δοκιμάζετε η ουκ επιγνώσκετε εαυτούς ότι Ιησούς χριστός εν υμίν εστίν ει μη τι αδόκιμοί εστε ελπίζω δε ότι γνώσεσθε ότι ημείς ουκ εσμέν αδόκιμοι εύχομαι δε προς τον θεόν μη ποιήσαι υμάς κακόν μηδέν ουχ ίνα ημείς δόκιμοι φανώμεν αλλ΄ ίνα υμείς το καλόν ποιήτε ημείς δε ως αδόκιμοι ώμεν ου γαρ δυνάμεθά τι κατά της αληθείας αλλ΄ υπέρ της αληθείας χαίρομεν γαρ όταν ημείς ασθενώμεν υμείς δε δυνατοί ήτε τούτο δε και ευχόμεθα την υμών κατάρτισιν 10 διά τούτο ταύτα απών γράφω ίνα παρών μη αποτόμως χρήσωμαι κατά την εξουσίαν ην έδωκέ μοι ο κύριος εις οικοδομήν και ουκ εις καθαίρεσιν 11 λοιπόν αδελφοί χαίρετε καταρτίζεσθε παρακαλείσθε το αυτό φρονείτε ειρηνεύετε και ο θεός της αγάπης και ειρήνης έσται μεθ΄ υμών 12 ασπάσασθε αλλήλους εν αγίω φιλήματι 13 ασπάζονται υμάς οι άγιοι πάντες 14 η χάρις του κυρίου Ιησού χριστού και η αγάπη του θεού και η κοινωνία του αγίου πνεύματος μετά πάντων υμών αμήν
Copyright information for ABPGRK