2 Corinthians 2

CHAPTER 2

Love the Brethren

έκρινα δε εμαυτώ τούτο το μη πάλιν ελθείν εν λύπη προς υμάς ει γαρ εγώ λυπώ υμάς και τις εστιν ο ευφραίνων με ει μη ο λυπούμενος εξ εμού και έγραψα υμίν τούτο αυτό ίνα μη ελθών λύπην έχω αφ΄ ων έδει με χαίρειν πεποιθώς επί πάντας υμάς ότι η εμή χαρά πάντων υμών εστιν εκ γαρ πολλής θλίψεως και συνοχής καρδίας έγραψα υμίν διά πολλών δακρύων ουχ ίνα λυπηθήτε αλλά την αγάπην ίνα γνώτε ην έχω περισσοτέρως εις υμάς ει δε τις λελύπηκεν ουκ εμέ λελύπηκεν αλλ΄ από μέρους ίνα μη επιβαρώ πάντας υμάς ικανόν τω τοιούτω η επιτιμία αύτη η υπό των πλειόνων ώστε τουναντίον μάλλον υμάς χαρίσασθαι και παρακαλέσαι μήπως τη περισσοτέρα λύπη καταποθή ο τοιούτος διό παρακαλώ υμάς κυρώσαι εις αυτόν αγάπην εις τούτο γαρ και έγραψα ίνα γνω την δοκιμήν υμών ει εις πάντα υπήκοοί εστε 10 ω δε τι χαρίζεσθε και εγώ και γαρ εγώ ει τι κεχάρισμαι ω κεχάρισμαι δι΄ υμάς εν προσώπω χριστού 11 ίνα μη πλεονεκτηθώμεν υπό του σατανά ου γαρ αυτού τα νοήματα αγνοούμεν

Triumphant in Christ

12 ελθών δε εις την Τρωάδα εις το ευαγγέλιον του χριστού και θύρας μοι ανεωγμένης εν κυρίω 13 ουκ έσχηκα άνεσιν τω πνεύματί μου τω μη ευρείν με Τίτον τον αδελφόν μου αλλά αποταξάμενος αυτοίς εξήλθον εις Μακεδονίαν 14 τω δε θεώ χάρις τω πάντοτε θριαμβεύοντι ημάς εν τω χριστώ και την οσμήν της γνώσεως αυτού φανερούντι δι΄ ημών εν παντί τόπω 15 ότι χριστού ευωδία εσμέν τω θεώ εν τοις σωζομένοις και εν τοις απολλυμένοις 16 οις μεν οσμή θανάτου εις θάνατον οις δε οσμή ζωής εις ζωήν και προς ταύτα τις ικανός 17 ου γαρ εσμεν ως οι λοιποί καπηλεύοντες τον λόγον του θεού αλλ΄ ως εξ ειλικρινείας αλλ΄ ως εκ θεού κατενώπιον του θεού εν χριστώ λαλούμεν
Copyright information for ABPGRK