2 Corinthians 6

CHAPTER 6

Now is the Day of Deliverance

1συνεργούντες δε και παρακαλούμεν μη εις κενόν την χάριν του θεού δέξασθαι υμάς 2λέγει γαρ καιρώ δεκτώ επήκουσά σου και εν ημέρα σωτηρίας εβοήθησά σοι ιδού νυν καιρός ευπρόσδεκτος ιδού νυν ημέρα σωτηρίας 3μηδεμίαν εν μηδενί διδόντες προσκοπήν ίνα μη μωμηθή η διακονία 4αλλ΄ εν παντί συνιστώντες εαυτούς ως θεού διάκονοι εν υπομονή πολλή εν θλίψεσιν εν ανάγκαις εν στενοχωρίαις 5εν πληγαίς εν φυλακαίς εν ακαταστασίαις εν κόποις εν αγρυπνίαις εν νηστείαις 6εν αγνότητι εν γνώσει εν μακροθυμία εν χρηστότητι εν πνεύματι αγίω εν αγάπη ανυποκρίτω 7εν λόγω αληθείας εν δυνάμει θεού διά των όπλων της δικαιοσύνης των δεξιών και αριστερών 8διά δόξης και ατιμίας διά δυσφημίας και ευφημίας ως πλάνοι και αληθείς 9ως αγνοούμενοι και επιγινωσκόμενοι ως αποθνήσκοντες και ιδού ζώμεν ως παιδευόμενοι και μη θανατούμενοι 10ως λυπούμενοι αεί δε χαίροντες ως πτωχοί πολλούς δε πλουτίζοντες ως μηδέν έχοντες και πάντα κατέχοντες

Be Not Unequally Yoked

11το στόμα ημών ανέωγε προς υμάς Κορίνθιοι η καρδία ημών πεπλάτυνται 12ου στενοχωρείσθε εν ημίν στενοχωρείσθε δε εν τοις σπλάγχνοις υμών 13την δε αυτήν αντιμισθίαν ως τέκνοις λέγω πλατύνθητε και υμείς 14μη γίνεσθε ετεροζυγούντες απίστοις τις γαρ μετοχή δικαιοσύνη και ανομία τις δε κοινωνία φωτί προς σκότος 15τις δε συμφώνησις χριστώ προς Βελιάλ η τις μερίς πιστώ μετά απίστου 16τις δε συγκατάθεσις ναώ θεού μετά ειδώλων υμείς γαρ ναός θεού εστε ζώντος καθώς είπεν ο θεός ότι ενοικήσω εν αυτοίς και εμπεριπατήσω και έσομαι αυτών θεός και αυτοί έσονταί μοι λαός 17διό εξέλθετε εκ μέσου αυτών και αφορίσθητε λέγει κύριος και ακαθάρτου μη άπτεσθε καγώ εισδέξομαι υμάς 18και έσομαι υμίν εις πατέρα και υμείς έσεσθέ μοι εις υιούς και θυγατέρας λέγει κύριος παντοκράτωρ
Copyright information for ABPGRK