2 Kings 3

CHAPTER 3

War against Edom and Moab

1και Ιωράμ υιός Αχαάβ εβασίλευσεν εν Ισραήλ εν Σαμαρεία εν οκτωκαιδεκάτω έτει Ιωσαφάτ βασιλέως Ιούδα και εβασίλευσε δώδεκα έτη 2και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου πλην ουχ ως ο πατήρ αυτού και η μήτηρ αυτού και μετέστησε τας στήλας του Βάαλ ας εποίησεν ο πατήρ αυτού 3πλην εν ταις αμαρτίαις Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ εκολλήθη ουκ απέστη απ΄ αυτής 4και Μεσά βασιλεύς Μωάβ ην νωκήδ και επέστρεφε τω βασιλεί Ισραήλ εκατόν χιλιάδας αρνών και εκατόν χιλιάδας κριών επί πόκων 5και εγένετο μετά το αποθανείν Αχαάβ ηθέτησε Μωάβ εν βασιλεί Ισραήλ 6και εξήλθεν ο βασιλεύς Ιωράμ εν τη ημέρα εκείνη εκ Σαμαρείας και επεσκέψατο τον Ισραήλ 7και επορεύθη και απέστειλε προς Ιωσαφάτ βασιλέα Ιούδα λέγων βασιλεύς Μωάβ ηθέτησεν εν εμοί ει πορεύση μετ΄ εμού επι Μωάβ εις πόλεμον και είπεν πορεύσομαι όμοιός σοι όμοιος εμοι ως ο λαός σου ο λαός μου ως οι ίπποι σου οι ίπποι μου 8και είπε ποια οδώ αναβησόμεθα και είπεν οδόν ερήμου Εδώμ 9και επορεύθη ο βασιλεύς Ισραήλ και ο βασιλεύς Ιούδα και ο βασιλεύς Εδώμ και εκύκλωσαν οδόν επτά ημερών και ουκ ην ύδωρ τη παρεμβολή και τοις κτήνεσι τοις εν τοις ποσίν αυτών 10και είπεν ο βασιλεύς Ισραήλ ω ότι κέκληκε κύριος τους τρεις βασιλείς τούτους παραδούναι αυτούς εις χείρα Μωάβ 11και είπεν Ιωσαφάτ προς αυτόν ουκ έστιν ώδε προφήτης του κυρίου και επιζητήσωμεν τον κύριον παρ΄ αυτού και απεκρίθη εις των παίδων του βασιλέως Ισραήλ και είπεν ώδε Ελισεαί υιός Σαφάτ ος επέχεεν ύδωρ επί χείρας Ηλίου 12και είπεν Ιωσαφάτ έστιν εν αυτώ ρήμα κυρίου και κατέβη προς αυτόν βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα και ο βασιλεύς Εδώμ 13και είπεν Ελισεαί προς βασιλέα Ισραήλ τι εμοί και σοι δεύρο προς τους προφήτας του πατρός σου και προς τους προφήτας της μητρός σου και είπεν αυτώ ο βασιλεύς Ισραήλ μη ότι κέκληκε κύριος τους τρεις βασιλείς τούτους του παραδούναι αυτούς εις χείρας Μωάβ

Moab Defeated by the Kings

14και είπεν Ελισεαί ζη κύριος των δυνάμεων ω παρέστην ενώπιον αυτού ότι ει μη πρόσωπον του Ιωσαφάτ βασιλέως Ιούδα εγώ λαμβάνω ει επέβλεψα προς σε η είδόν σε 15και νυν λάβετέ μοι ψάλλοντα και εγένετο ως έψαλλεν ο ψάλλων και εγένετο επ΄ αυτόυ χειρ κυρίου 16και είπε τάδε λέγει κύριος ποιήσατε τον χειμάρρουν τούτον βοθύνους βοθύνους 17ότι τάδε λέγει κύριος ουκ όψεσθε πνεύμα και ουκ όψεσθε υετόν και ο χειμάρρους ούτος πλησθήσεται ύδατος και πίεσθε υμείς και αι κτήσεις υμών και τα κτήνη υμών 18και κούφη αυτή εν οφθαλμοίς κυρίου και παραδώσω την Μωάβ εν χείρας υμών 19και πατάξετε πάσαν πόλιν οχυράν και πάσαν πόλιν εκλεκτήν και παν ξύλον αγαθόν καταβαλείτε και πάσας πηγάς ύδατος εμφράξετε και πάσαν μερίδα αγαθήν αχρειώσετε εν λίθοις 20και εγένετο εν τη πρωϊα αναβαινούσης της θυσίας και ιδού ύδατα ήρχετο εξ οδού Εδώμ και επλήσθη η γη των ύδατων 21και πάσα Μωάβ ήκουσαν ότι ανέβησαν οι βασιλείς πολεμήσαι αυτούς και ανεβόησαν εκ παντός περιεζωσμένοι ζώνην και επάνω και έστησαν επί του ορίου 22και ώρθρισαν τοπρωϊ και οι ήλιος ανέτειλεν επί τα ύδατα και είδε Μωάβ τα ύδατα εξεναντίας πυρρά ωσεί αίμα 23και είπαν αίμα τούτο ρομφαίας εμαχέσαντο οι βασιλείς και επάταξεν έκαστος ανήρ τον πλησίον αυτού και νυν επί τα σκύλα Μωάβ 24και εισήλθον εις την παρεμβολήν Ισραήλ και Ισραήλ ανέστησαν και επάταξαν την Μωάβ και έφυγον από προσώπου αυτών και εισήλθον εισπορευόμενοι και τύπτοντες την Μωάβ 25και τας πόλεις καθείλον και πάσαν μερίδα αγαθήν έρριψαν ανήρ τον λίθον αυτού και ενέπλησαν αυτήν και πάσαν πηγήν ύδατος ενέφραξαν και παν ξύλον αγαθόν κατέβαλον έως του καταλιπείν τους λίθους του τοίχου καθηρημένους και εκύκλωσαν οι σφενδονήται και επάταξαν αυτήν 26και είδεν ο βασιλεύς Μωάβ ότι εκραταίωσεν υπέρ αυτόν ο πόλεμος και έλαβε μεθ΄ εαυτού επτακοσίους άνδρας εσπασμένους ρομφαίαν διακόψαι προς βασιλέα Εδώμ και ουκ ηδυνήθησαν 27και έλαβε τον υιόν αυτού τον πρωτότοκον ον εβασίλευσεν αντ΄ αυτού και ανήνεγκεν αυτόν ολοκαύτωμα επί το τείχος και εγένετο μετάμελος μέγας εν Ισραήλ και απήραν απ΄ αυτού και επέστρεψαν εις την γην
Copyright information for ABPGRK