2 Kings 12

CHAPTER 12

Joash Reigns in Judah

1εν έτει εβδόμω τω Ιού εβασίλευσεν Ιωάς και τεσσαράκοντα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Σαβία εκ της Βηρσαβεαί 2και εποίησεν Ιωάς το ευθές ενώπιον κυρίου πάσας τας ημέρας ας εφώτισεν αυτόν Ιωδαέ ο ιερεύς 3πλην των υψηλών ου μετεστάθησαν και εκεί έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς 4και είπεν Ιωάς προς τους ιερείς παν το αργύριον των αγίων το εισοδιαζόμενον εν τω οίκω κυρίου αργύριον συντιμήσεως ανδρός αργύριον συντιμήσεως ψυχών παν αργύριον ο αν αναβή επί καρδίαν ανθρώπου του ενεγκείν εις οίκω κυρίου 5λαβέτωσαν εαυτοίς οι ιερείς ανήρ από της πράσεως αυτών και αυτοί κρατήσουσι το βεδέκ του οίκου εις πάντα ου αν ευρεθή εκεί βεδέκ 6και εγένετο εν τω εικοστώ και τρίτω έτει του βασιλέως Ιωάς ουκ εκραταίωσαν οι ιερείς το βεδέκ του οίκου 7και εκάλεσεν Ιωάς ο βασιλεύς τον Ιωδαέ τον ιερέα και τους ιερείς και είπε προς αυτούς τι ότι ου εκραταιούτε το βεδέκ του οίκου και νυν μη λάβητε το αργύριον από των πράσεων υμών ότι εις το βεδέκ του οίκου δώσετε αυτό 8και συνεφώνησαν οι ιερείς του μη λαβείν αργύριον παρά του λαού και του μη ενισχύσαι το βεδέκ του οίκου 9και έλαβεν Ιωδαέ ο ιερεύς κιβωτόν μίαν και εποίησεν εν αυτή οπήν μίαν και έθηκεν αυτήν παρά το θυσιαστήριον εν δεξιά εισπορευομένων ανδρών εις οίκον κυρίου και εδίδουν εκεί οι ιερείς οι φυλάσσοντες τα πρόθυρα παν το αργύριον το εισφερόμενον εις τον οίκον κυρίου 10και εγένετο ως είδον ότι πολύ το αργύριον το εν τη κιβωτώ και ανέβη ο γραμματεύς του βασιλέως και ο ιερεύς ο μέγας και έσφιγξαν και ηρίθμησαν το αργύριον το ευρεθέν εν οίκω κυρίου

The House of The LORD Is Restored

11και έδωκαν το αργύριον το ετοιμασθέν επί χείρας των ποιούντων τα έργα των επισκόπων οίκου κυρίου και εξέδοσαν τοις τέκτοσι των ξύλων και τοις οικοδόμοις τοις ποιούσιν έργον εν οίκω κυρίου 12και τοις τειχισταίς και τοις λατόμοις των λίθων του κτήσασθαι ξύλα και λίθους λατομητούς του κατασχείν το βεδέκ του οίκου κυρίου εις πάντα όσα εξωδιάσθη επί τον οίκον του κραταιώσαι αυτόν 13πλην ου ποιηθήσονται οίκω κυρίου θύραι αργυραί ήλοι φιάλαι και σάλπιγγες παν σκεύος χρυσούν και σκεύος αργυρούν εκ του αργυρίου του εισενεχθέντος εις οίκον κυρίου 14ότι τοις ποιούσι τα έργα έδωκαν αυτό και εκραταίωσαν εν αυτώ τον οίκον κυρίου 15και ουκ εξελογίζοντο τους άνδρας οις εδίδοτο το αργύριον επί χείρας αυτών δούναι τοις ποιούσι το έργον ότι εν πίστει αυτώ ποιούσιν 16αργύριον δε περί πλημμελείας και αργύριον περί αμαρτίας ουκ εισηνέχθη εις τον οίκον κυρίου ότι τοις ιερεύσιν εγένετο 17τότε ανέβη Αζαήλ βασιλεύς Συρίας και επολέμησεν επί Γεθ και προκατελάβετο αυτήν και έθετο Αζαήλ το πρόσωπον αυτού αναβήναι επί Ιερουσαλήμ 18και έλαβεν Ιωάς βασιλεύς Ιούδα πάντα τα άγια α ηγίασεν Ιωσαφάτ και Ιωράμ και Οχοζίας οι πατέρες αυτού βασιλείς Ιούδα και τα άγια αυτού και παν το χρυσίον το ευρεθέν εν θησαυροίς οίκου κυρίου και οίκου του βασιλέως και απέστειλε τω Αζαήλ βασιλεί της Συρίας και ανέβη από Ιερουσαλήμ 19και τα λοιπά των λόγων Ιωάς και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γέγραπται επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα

Joash is Killed in a Conspiracy

20και ανέστησαν οι δούλοι αυτού και εποίησαν σύνδεσμον και επάταξαν τον Ιωάς εν οίκω Μαλλώ τω εν τη καταβάσει Σελλά 21και Ιωζάχαρ υιός Σεμαάθ και Ιωζαβάθ υιός Σεμμήρ οι δούλοι αυτού επάταξαν αυτόν και απέθανε και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Δαυίδ και εβασίλευσεν Αμεσίας υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK