2 Kings 13

CHAPTER 13

Jehoahaz Reigns in Israel

εν έτει εικοστώ και τρίτω του Ιωάς υιόυ Οχοζίου βασιλέως Ιούδα εβασίλευσεν Ιωάχαζ υιός Ιού επ΄ Ισραήλ εν Σαμαρεία επτακαίδεκα έτη και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου και επορεύθη οπίσω των αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ ουκ απέστη απ΄ αυτών και ωργίσθη θυμώ κύριος επί τω Ισραήλ και έδωκεν αυτούς εν χειρί Αζαήλ βασιλέως Συρίας και εν χειρί υιόυ Άδερ υιόυ Αζαήλ πάσας τας ημέρας και Ιωάχαζ εδεήθη του προσώπου κυρίου και επήκουσεν αυτού κύριος ότι είδε την θλίψιν του Ισραήλ ότι έθλιψεν αυτούς βασιλεύς Συρίας και έδωκε κύριος σωτηρίαν τω Ισραήλ και εξήλθεν υποκάτωθεν χειρός Συρίας και εκάθισαν οι υιοί Ισραήλ εν τοις σκηνώμασιν αυτών καθώς εχθές και τρίτης πλην ουκ απέστησαν από των αμαρτιών οίκου Ιεροβοάμ ος εξήμαρτε τον Ισραήλ εν αυταίς επορεύθησαν και γε το άλσος εστάθη εν Σαμαρεία ότι ουχ υπελείφθη τω Ιωάχαζ λαός αλλ΄ η πεντήκοντα ιππείς και δέκα άρματα και δέκα χιλιάδες πεζών ότι απώλεσεν αυτούς βασιλεύς Συρίας και έθεντο αυτούς ως χουν εις καταπάτησιν και τα λοιπά των λόγων Ιωάχαζ και πάντα όσα εποίησε και αι δυναστείαι αυτού ουκ ιδού ταύτα γέγραπται επί βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ και εκοιμήθη Ιωάχαζ μετά των πατέρων αυτού και έθαψαν αυτόν εν Σαμαρεία και εβασίλευσεν Ιωάς υιός αυτού αντ΄ αυτού

Joash Reigns in Israel

10 εν τω τριακοστώ και εβδόμω έτει του Ιωάς βασιλέως Ιούδα εβασίλευσεν Ιωάς υιός Ιωάχαζ επί Ισραήλ εν Σαμαρεία εκκαίδεκα έτη 11 και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου ουκ απέστη από πασών αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ εν αυταίς επορεύθη 12 και τα λοιπά των λόγων Ιωάς και πάντα όσα εποίησε και αι δυναστείαι αυτού ας εποίησε μετά Αμεσίου βασιλέως Ιούδα ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ

The Death of Elisha

13 και εκοιμήθη Ιωάς μετά των πατέρων αυτού και Ιεροβοάμ εκάθισεν επί του θρόνου αυτού και εταφή Ιωάς εν Σαμαρεία μετά των βασιλέων Ισραήλ 14 και Ελισεαί ηρρώστησε την αρρωστίαν αυτού δι΄ ην απέθανε και κατέβη Ιωάς βασιλεύς Ισραήλ προς αυτόν και έκλαυσεν επί πρόσωπον αυτού και είπε πάτερ πάτερ άρμα Ισραήλ και ιππεύς αυτού 15 και είπεν αυτώ Ελισεαί λάβε τόξον και βέλη και έλαβε προς εαυτόν τόξον και βέλη 16 και είπε τω βασιλεί Ισραήλ επιβίβασον την χείρά σου επί το τόξον και επεβίβασεν την χείρα αυτού και επέθηκεν Ελισεαί τας χείρας αυτού επί τας χείρας του βασιλέως 17 και είπεν άνοιξον την θυρίδα κατα ανατολάς και ήνοιξε και είπεν Ελισεαί τόξευσον και ετόξευσε και είπε βέλος σωτηρίας τω κυρίω και βέλος σωτηρίας εν Συρία και πατάξεις την Συρίαν εν Αφέκ έως συντελείας 18 και είπεν αυτώ Ελισεαί λάβε βέλη και έλαβε και είπε τω βασιλεί Ισραήλ πάταξον εις την γην και επάταξεν τρις και έστη 19 και ελυπήθη επ΄ αυτώ ο άνθρωπος του θεού και είπεν ει επάταξας πεντάκις η εξάκις τότε αν επάταξας την Συρίαν έως συντελείαν και νυν τρις πατάξεις την Συρίαν 20 και Ελισεαί απέθανεν και έθαψαν αυτόν και μονόζωνοι Μωάβ ήλθον εν τη γη ελθόντος του ενιαυτού 21 και εγένετο αυτών θαπτόντων τον άνδρα και ιδού είδον τον μονόζωνον και έρριψαν τον άνδρα εν τω τάφω Ελισεαί και επορεύθη και ήψατο των οστέων Ελισεαί και έζησε και ανέστη επί τους πόδας αυτού 22 και Αζαήλ βασιλεύς Συρίας εξέθλιψε τον Ισραήλ πάσας τας ημέρας Ιωάχαζ 23 και ηλέησε κύριος αυτούς και ωκτείρησεν αυτούς και επέβλεψεν προς αυτούς διά την διαθήκην αυτού την μετά Αβραάμ και Ισαάκ και Ιακώβ και ουκ ηθέλησε κύριος διαφθείραι αυτούς και ουκ απέρριψεν αυτούς από του προσώπου αυτού έως νυν 24 και απέθανεν Αζαήλ βασιλεύς Συρίας και εβασίλευσεν υιός Άδερ υιός αυτού αντ΄ αυτού 25 και επέστρεψεν Ιωάς υιός Ιωάχαζ και έλαβε τας πόλεις εκ χειρός υιόυ Άδερ υιόυ Αζαήλ ας έλαβεν εκ χειρός Ιωάχαζ του πατρός αυτού εν τω πολέμω τρις επάταξεν αυτόν Ιωάς και απέστρεψε τας πόλεις Ισραήλ
Copyright information for ABPGRK