2 Kings 14

CHAPTER 14

Amaziah Reigns in Judah

1εν έτει δευτέρω Ιωάς υιώ Ιωάχαζ βασιλεί Ισραήλ και εβασίλευσεν Αμεσίας υιός Ιωάς βασιλεύς Ιούδα 2υιός είκοσι και πέντε ετών ην εν τω βασιλεύειν αυτόν και είκοσι και εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Ιωαδήν εξ Ιερουσαλήμ 3και εποίησε το ευθές εν οφθαλμοίς κυρίου πλην ουχ ως Δαυίδ ο πατήρ αυτού κατά πάντα όσα εποίησεν Ιωάς ο πατήρ αυτού εποίησεν 4πλην τα υψηλά ουκ εξήρεν έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς 5και εγένετο ότε κατίσχυσεν η βασιλεία εν χειρί αυτού και επάταξε τους παίδας αυτού τους πατάξαντας τον πατέρα αυτού 6τους δε υιούς των παταξάντων ουκ εθανάτωσε καθώς γέγραπται επι βιβλίου νόμου Μωυσή ως ενετείλατο κύριος λέγων ουκ αποθανούνται πατέρες υπέρ υιών και υιοί ουκ αποθανούνται υπέρ πατέρων αλλ΄ η έκαστος εν τη αμαρτία αυτού αποθανείται 7αυτός επάταξε την Εδώμ εν Γέμελα δέκα χιλιάδας και συνέλαβε την Πέτραν εν τω πολέμω και εκάλεσε το όνομα αυτής Ιεκθοήλ έως της ημέρας ταύτης 8τότε απέστειλεν Αμεσσίας αγγέλους προς Ιωάς υιόν Ιωάχαζ υιόυ Ιού βασιλέως Ισραήλ λέγων δεύρο οφθώμεν προσώποις 9και απέστειλεν Ιωάς βασιλεύς Ισραήλ προς Αμεσίαν βασιλέα Ιούδα λέγων ο άκαν ο εν τω Λιβάνω απέστειλε προς την κέδρον την εν τω Λιβάνω λέγων δος την θυγατέρα σου τω υιώ μου εις γυναίκα και διήλθον τα θηρία του αγρού τα εν τω Λιβάνω και συνεπάτησαν την άκανα 10τύπτων επάταξας την Ιδουμαίαν και επήρέ σε η καρδία σου ενδοξάσθητι καθήμενος εν τω οίκω σου και ινατί ερίζεις εν κακία σου και πεσή συ και Ιούδας μετά σου

War Between Judah and Israel

11και ουκ ήκουσεν Αμεσίας και ανέβη Ιωάς βασιλεύς Ισραήλ και ώφθησαν προσώποις αυτός και Αμεσίας βασιλεύς Ιούδα εν Βαιθσαίμς της Ιουδαίας 12και έπταισεν Ιούδας από προσώπου Ισραήλ και έφυγεν ανήρ εις το σκήνωμα αυτού 13και τον Αμεσίαν υιόν Ιωάς υιόυ Οχοζίου βασιλέως Ιούδα συνέλαβεν Ιωάς βασιλεύς Ισραήλ εν Βαιθσαμίς και ήλθεν εις Ιερουσαλήμ και καθείλεν εν τω τείχει Ιερουσαλήμ εν τη πύλη Εφραϊμ έως της πύλης της γωνίας τετρακοσίους πήχεις 14και έλαβε το χρυσίον και το αργύριον και πάντα τα σκεύη τα ευρεθέντα εν οίκω κυρίου και εν θησαυροίς οίκου του βασιλέως και τους υιούς των συμμίξεων και απέστρεψεν εις Σαμάρειαν 15και τα λοιπά των λόγων Ιωάς όσα εποίησεν εν δυναστεία αυτού α επολέμησε μετά Αμεσίου βασιλέως Ιούδα ουχί ταύτα γεγραμμένα επί βιβλίου λόγων των ημερών των βασιλέων Ισραήλ

Death of Amaziah

16και εκοιμήθη Ιωάς μετά των πατέρων αυτού και ετάφη εν Σαμαρεία μετά των βασιλέων Ισραήλ και εβασίλευσεν Ιεροβοάμ υιός αυτού αντ΄ αυτού 17και έζησεν Αμεσίας υιός Ιωάς βασιλεύς Ιούδα μετά το αποθανείν τον Ιωάς υιόν Ιωάχαζ βασιλέα Ισραήλ πεντεκαίδεκα έτη 18και τα λοιπά των λόγων Αμεσίου και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γέγραπται επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα 19και συνεστράφησαν επ΄ αυτόν σύστρεμμα εν Ιερουσαλήμ και έφυγεν εις Λαχίς και απέστειλαν οπίσω αυτού εις Λαχίς και εθανάτωσαν αυτόν εκεί 20και ήραν αυτόν επί των ίππων και ετάφη εν Ιερουσαλήμ μετά των πατέρων αυτού εν πόλει Δαυίδ

Jeroboam Reigns in Israel

21και έλαβε πας ο λαός Ιούδα τον Αζαρίαν και αυτός υιός εκκαίδεκα ετών και εβασίλευσαν αυτόν αντί του πατρός αυτού Αμεσίου 22αυτός ωκοδόμησε την Ελώθ και επέστρεψεν αυτήν τω Ιούδα μετά το κοιμηθήναι τον βασιλέα μετά των πατέρων αυτού 23εν έτει πεντεκαιδεκάτω Αμεσίας υιού Ιωάς βασιλέως Ιούδα εβασίλευσεν Ιεροβοάμ υιός Ιωάς επί Ισραήλ εν Σαμαρεία τεσσαράκοντα και εν έτος 24και εποίησε το πονηρόν ενώπιον κυρίου ουκ απέστη από πασών των αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ 25αυτός απεκατέστσε το όριον Ισραήλ από εισόδου Αιμάθ έως της θαλάσσης της άραβα κατά το ρήμα κυρίου θεού Ισραήλ ο ελάλησεν εν χειρί δούλου αυτού Ιωνά υιόυ Αμαθί του προφήτου του εκ Γαιθεφέρ 26ότι είδε κύριος την ταπείνωσιν του Ισραήλ πικράν σφόδρα και ολιγοστούς και συνεχομένους και εσπανισμένους και εγκαταλελειμμένους και ουκ ην ο βοηθών τω Ισραήλ 27και ουκ ελάλησε κύριος εξαλείψαι το όνομα του Ισραήλ υποκάτωθεν του ουρανού και έσωσεν αυτούς εν χειρί Ιεροβοάμ υιόυ Ιωάς 28και τα λοιπά των λόγων Ιεροβοάμ και πάντα όσα εποίησε και αι δυναστείαι αυτού όσα επολέμησε και όσα επέστρεψε την Δαμασκόν και την Αιμάθ τω Ιούδα εν Ισραήλ ουχ ιδού ταύτα γεγραμμένα επί βιβλίου λόγων των ημερών των βασιλέων Ισραήλ 29και εκοιμήθη Ιεροβοάμ μετά των πατέρων αυτού μετά των βασιλέων Ισραήλ και εβασίλευσε Ζαχαρίας υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK