2 Kings 15

CHAPTER 15

Azariah (Uzziah) Reigns in Judah

1εν έτει εικοστώ και εβδόμω του Ιεροβοάμ βασιλέως Ισραήλ εβασίλευσεν Αζαρίας υιός Αμεσίου βασιλέως Ιούδα 2υιός εκκαίδεκα ετών ην εν τω βασιλεύειν αυτόν και πεντηκονταδύο έτη εβασίλευσε εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Ιεχελία εξ Ιερουσαλήμ 3και εποίησε το ευθές εν οφθαλμοίς κυρίου κατά πάντα όσα εποίησε Αμεσίας ο πατήρ αυτού 4πλην των υψηλών ουκ εξήρεν έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς 5και ήψατο κύριος του βασιλέως και ην λελεπρωμένος έως ημέρας θανάτου αυτού και εβασίλευσεν εν οίκω αφφουσώθ και Ιωαθάμ υιός του βασιλέως επί του οίκου κρίνων τον λαόν της γης 6και τα λοιπά των λόγων Αζαρίου και πάντα όσα εποίησεν ουκ ιδου ταύτα γέγραπται επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα

Jotham Reigns in Judah: Zechariah Reigns in Israel

7και εκοιμήθη Αζαρίας μετά των πατέρων αυτού και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Δαυίδ και εβασίλευσεν Ιωαθάμ υιός αυτού αντ΄ αυτού 8εν έτει τριακοστώ και ογδόω Αζαρίου βασιλέως Ιούδα εβασίλευσεν Ζαχαρίας υιός Ιεροβοάμ επί Ισραήλ εν Σαμαρεία εξάμηνον 9και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου κατά εποίησαν οι πατέρες αυτού ουκ απέστη από των αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ

Shallum Reigns in Israel

10και συνεστράφη επ΄ αυτόν Σαλούμ υιός Ιαβής και επάταξεν αυτόν εν Κεβλαάμ και εθανάτωσαν αυτόν και εβασίλευσεν αντ΄ αυτού 11και τα λοιπά των λόγων Ζαχαρίου ιδού ταύτα γέγραπται επί βιβλίου λόγων ημερών των βασιλέων Ισραήλ 12ούτος ο λόγος κυρίου ον ελάλησε προς Ιού λέγων υιοί τέταρτοι καθήσονταί σοι επί θρόνου Ισραήλ και εγένετο ούτως 13και Σαλούμ υιός Ιαβής εβασίλευσε εν έτει τριακοστώ και εννάτω του Αζαρίου βασιλέως Ιούδα και εβασίλευσε μήνα ημερών εν Σαμαρεία 14και ανέβη Μαναήμ υιός Γαδί εκ Θερσά και ήλθεν εις Σαμάρειαν και επάταξε τον Σαλούμ υιόν Ιαβής εν Σαμαρεία και εθανάτωσεν αυτόν και εβασίλευσεν αντ΄ αυτού 15και τα λοιπά των λόγων Σαλούμ και η συστροφή αυτού η συνεστράφη ιδού ταυτα γέγραπται επί βιβλίου λόγων ημερών των βασιλέων Ισραήλ 16τότε επάταξε Μαναήμ την Θεφσά και πάντα τα εν αυτή και τα όρια αυτής από Θερσά ότι ουκ ήνοιξεν αυτώ και επάταξεν αυτήν και τας εν γαστρί εχούσας ανέρρηξεν

Menahem Reigns in Israel

17εν έτει τριακοστώ και εννάτω του Αζαρίου βασιλέως Ιούδα εβασίλευσε Μαναήμ υιός Γαδί επί Ισραήλ εν Σαμαρεία δέκα έτη 18και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου ουκ απέστη από αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ 19εν ταις ημέραις αυτού ανέβη Φουλ βασιλεύς Ασσυρίων επί την γην και Μαναήμ έδωκε τω Φουλ χίλια τάλαντα αργυρίου του είναι χείρα αυτού μετ΄ αυτού του κραταιώσαι την βασιλείαν αυτού εν χειρί αυτού 20και Μαναήμ εξήνεγκε το αργύριον επί τον Ισραήλ επί πάντα δυνατόν ισχύϊ δούναι τω βασιλεί των Ασσυρίων πεντήκοντα σίκλους τω ανδρί τω ενί και απέστρεψεν ο βασιλεύς Ασσυρίων και ουκ έστη εκεί εν τη γη 21και τα λοιπά των λόγων Μαναήμ και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γέγραπται επί βιβλίου λόγων ημερών των βασιλέων Ισραήλ

Pekahiah Reigns in Israel

22και εκοιμήθη Μαναήμ μετά των πατέρων αυτού και εβασίλευσε Φακεϊα υιός αυτού αντ΄ αυτού 23εν έτει πεντηκοστώ του Αζαρίου βασιλεί Ιούδα εβασίλευσε Φακεϊα υιός Μαναήμ επί Ισραήλ εν Σαμαρεία δύο έτη 24και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου ουκ απέστη από των αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ 25και συνεστράφη επ΄ αυτόν Φακεαί υιός Ρομελίου ο τριστάτης αυτού και επάταξεν αυτόν εν Σαμαρεία εναντίον οίκου του βασιλέως μετά του Αργόβ και μετά του Αριέ και μετ΄ αυτού πεντήκοντα άνδρες από των υιών των Γαλαδιτών και εθανάτωσεν αυτόν και εβασίλευσεν αντ΄ αυτού 26και τα λοιπά των λόγων Φακεϊα και πάντα όσα εποίησεν ιδού ταύτα γέγραπται επί βιβλίου λόγων ημερών των βασιλέων Ισραήλ

Pekah Reigns in Israel

27εν έτει πεντηκοστώ και δευτέρω του Αζαρίου βασιλέως Ιούδα εβασίλευσε Φακεαί υιός Ρομελίου επί Ισραήλ εν Σαμαρεία είκοσιν έτη 28και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου ουκ απέστη από πασών αμαρτιών Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ

Tiglath-pileser comes Against Israel

29εν ταις ημέραις Φακεαί βασιλέως Ισραήλ ήλθε Θεγλάθ φαλασάρ βασιλεύς Ασσυρίων και έλαβε την Ναϊν και την Αβελβαιθαμααχά και την Ιωνώχ και την Κενέζ και την Ασώρ και την Γαλαάδ και την Γαλιλαίαν πάσαν γην Νεφθαλείμ και απώκισεν αυτούς εις Ασσυρίους 30και συνέστρεψε σύστρεμμα Ωσηέ υιός Ηλά επί Φακεαί υιόν Ρομελίου και επάταξεν αυτόν και εθανάτωσεν αυτόν και εβασίλευσεν αντ΄ αυτού εν έτει εικοστώ Ιωθάμ υιόυ Οζίου 31και τα λοιπά των λόγων Φακεαί και πάντα όσα εποίησεν ιδού ταύτα γέγρααπται επί βιβλίου λόγων των ημερών των βασιλέων Ισραήλ 32εν έτει δευτέρω του φακεαί υιόυ Ρομελίου βασιλεώς Ισραήλ εβασίλευσεν Ιωαθάμ υιός Οζίου βασιλέως Ιούδα 33υιός είκοσι και πέντε ετών ην εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Ιερουσά θυγάτηρ Σαδώκ 34και εποίησε το ευθές εν οφθαλμοίς κυρίου κατά πάντα όσα εποίησεν Οζίας ο πατήρ αυτού 35πλην τα υψηλά ουκ εξήρεν έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς αυτός ωκοδόμησε την πύλην οίκου κυρίου την επάνω 36και τα λοιπά των λόγων Ιωθάμ και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γέγραπται επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα 37εν ταις ημέραις εκείναις ήρξατο κύριος αποστέλλειν εν Ιούδα τον Ρασσών βασιλέα Συρίας και τον Φακεαί υιόν Ρομελίου 38και εκοιμήθη Ιωθάμ μετά των πατέρων αυτού και ετάφη μετά των πατέρων αυτού εν πόλει Δαυίδ του πατρός αυτού και εβασίλευσεν Άχαζ υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK