2 Kings 17

CHAPTER 17

Hoshea Reigns in Israel

εν έτει δωδεκάτω του Άχαζ βασιλέως Ιούδα εβασίλευσεν Ωσηέ υιός Ηλά εν Σαμαρεία επί Ισραήλ εννέα έτη και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου πλην ουχ ως οι βασιλείς Ισραήλ οι ήσαν έμπροσθεν αυτού επ΄ αυτόν ανέβη Σαλμανασάρ βασιλεύς Ασσυρίων και εγένετο αυτώ Ωσηέ δούλος και έφερεν αυτώ δώρα και εύρε ο βασιλεύς Ασσυρίων εν Ωσηέ επιβουλήν ότι απέστειλεν αγγέλους προς Σουά βασιλέα Αιγύπτου και ουκ ήνεγκε δώρα τω βασιλεί Ασσυρίων ενιαυτόν κατ΄ ενιαυτόν και επολιόρκησεν αυτόν ο βασιλεύς Ασσυρίων και έδησεν αυτόν εν οίκω φυλακής και ο βασιλεύς Ασσυρίων ανέβη επι πάσαν τη γη και ανέβη εις Σαμάρειαν και επολιόρκησεν αυτήν τρία έτη εν έτει εννάτω Ωσηέ συνέλαβε βασιλεύς των Ασσυρίων την Σαμάρειαν και απώκισεν τον Ισραήλ εις Ασσυρίους και κατώκισεν αυτούς εν Ελαά και εν Αβώρ ποταμοίς Γοζάν εν ορίοις Μήδων

The LORD Recounts Israel's Sin

και εγένετο ότι ήμαρτον οι υιοί Ισραήλ τω κυρίω τω θεώ αυτών τω αναγαγόντι αυτούς εκ γης Αιγύπτου υποκάτωθεν χειρός Φαραώ βασιλέως Αιγύπτου και εφοβήθησαν θεούς ετέρους και επορεύθησαν τοις δικαιώμασι των εθνών ων εξήρε κύριος από προσώπου των υιών Ισραήλ και οι βασιλείς Ισραήλ όσα εποίησαν και ημφίεσαντο οι υιοί Ισραήλ λόγους αδίκους κατά κυρίου θεού αυτών και ωκοδόμησαν εαυτοίς υψηλά εν πάσαις ταις πόλεσιν αυτών από πύργου φυλασσόντων έως πόλεως οχυράς 10 και εστήλωσαν εαυτοίς στήλας και άλση επί παντί βουνώ υψηλώ και υποκάτω παντός ξύλου αλσώδους 11 και εθυμίασαν εκεί εν πάσι τοις υψηλοίς καθώς τα έθνη α απώκισε κύριος εκ προσώπου αυτών και εποίησαν κοινωνούς και εχάραξαν του παροργίσαι τον κύριον 12 και ελάτρευσαν τοις ειδώλοις οις είπε κύριος αυτοίς ου ποιήσετε το ρήμα τούτο 13 και διεμαρτύρατο κύριος τω Ισραήλ και τω Ιούδα εν χειρί πάντων των προφητών αυτού παντός ορώντος λέγων αποστράφητε από των οδών υμών των πονηρών και φυλάξατε τας εντολάς μου και τα δικαιώματά μου και πάντα τον νόμον ον ενετειλάμην τοις πατράσιν υμών όσα απέστειλα προς αυτούς εν χειρί των δούλων μου των προφητών 14 και ουκ ήκουσαν και εσκλήρυναν τον νώτον αυτών υπέρ τον νώτον των πατέρων αυτών οι ουκ επίστευσαν κυρίω τω θεώ αυτών 15 και απώσαντο την διαθήκην αυτού και τα δικαιώματα α διέθετο τοις πατράσιν αυτών και τα μαρτύρια αυτού όσα διεμαρτύρατο αυτοίς και επορεύθησαν οπίσω των ματαίων και εματαιώθησαν και οπίσω των εθνών των περικύκλω αυτών ων ενετείλατο κύριος αυτοίς του μη ποιήσαι κατά ταύτα 16 και εγκατέλιπον τας εντολάς κυρίου θεού αυτών και εποίησαν εαυτοίς χωνευτά δύο δαμάλεις και εποίησαν άλσος και προσεκύνησαν πάση τη στρατιά του ουρανού και ελάτρευσαν τω Βάαλ 17 και διήγον τους υιούς αυτών και τας θυγατέρας αυτών εν πυρί και εμαντεύοντο μαντείας και οιωνίζοντο και επράθησαν του ποιήσαι το πονηρόν εν οφθαλμοίς κυρίου του παροργίσαι αυτόν 18 και εθυμώθη κύριος σφόδρα εν τω Ισραήλ και απέστησεν αυτούς από του προσώπου αυτού ουχ υπελείφθη πλην φυλή Ιούδα μονωτάτη 19 και γε Ιούδας ουκ εφύλαξε τας εντολάς κυρίου του θεού αυτού και επορεύθησαν εν τοις δικαιώμασιν Ισραήλ οις εποίησαν και απεώσαντο τον κύριον 20 και εθυμώθη κύριος παντί σπέρματι Ισραήλ και εσάλευσεν αυτούς και έδωκεν αυτούς εν χειρί των διαρπαζόντων αυτούς έως ου απέρριψεν αυτούς από προσώπου αυτού 21 ότι πλην ερράγη Ισραήλ από του οίκου Δαυίδ και εβασίλευσαν τον Ιεροβοάμ υιόν Ναβάτ και εξέωσεν Ιεροβοάμ τον Ισραήλ εξόπισθε του κυρίου και εξήμαρτεν αυτούς αμαρτίαν μεγάλην 22 και επορεύθησαν οι υιοί Ισραήλ εν πάσαις αμαρτίαις Ιεροβοάμ αις εποίησεν ουκ απέστησαν απ΄ αυτών 23 έως ου μετέστησε κύριος τον Ισραήλ από προσώπου αυτού ως ελάλησε κύριος εν χειρί πάντων των δούλων αυτού των προφητών και απωκίσθη Ισραήλ από της γης αυτού εις Ασσυρίους έως της ημέρας ταύτης 24 και ήγαγε βασιλεύς Ασσυρίων εκ Βαβυλώνος τον εκ Χωθά και από Αουάν και από Αιμάθ και Σεμφαρουαϊμ και κατώκισεν αυτούς εν ταις πόλεσι Σαμαρείας αντί των υιών Ισραήλ και εκληρονόμησαν την Σαμάρειαν και κατώκισθησαν εν ταις πόλεσιν αυτής 25 και εγένετο εν αρχή της καθέδρας αυτών ουκ εφοβήθησαν τον κύριον και απέστειλε κύριος εν αυτοίς τους λέοντας και ήσαν αποκτείνοντες εν αυτοίς 26 και είπον τω βασιλεί Ασσυρίων λέγοντες τα έθνη α απώκισας και αντεκάθισας εν ταις πόλεσι Σαμαρείας ουκ έγνωσαν το κρίμα του θεού της γης και απέστειλεν εις αυτούς λέοντας και ιδού εισί θανατούντες αυτούς καθότι ουκ οίδασι το κρίμα του θεού της γης 27 και ενετείλατο ο βασιλεύς Ασσυρίων λέγων απαγάγετε εκεί ένα των ιερέων ων απώκισα εκ Σαμαρείας και πορευθήτω και κατοικήτω εκεί και φωτιεί αυτούς το κρίμα του θεού της γης 28 και ήγαγον ένα των ιερέων ων απώκισαν από Σαμαρείας και εκάθισεν εν Βαιθήλ και ην φωτίζων αυτούς πως φοβηθώσι τον κύριον 29 και ήσαν ποιούντες έθνος έθνος τους θεούς αυτών και έθηκαν αυτούς εν οίκος των υψηλών ων εποίησαν οι Σαμαρείται έθνος έθνος εν ταις πόλεσιν αυτών εν αις κατώκουν 30 και οι άνδρες Βαβυλώνος εποίησαν την Σοκχώθ Βανώθ και οι άνδρες Χούθ εποίησαν την Νηριγέλ και οι άνδρες Αιμάθ εποίησαν την Ασιμά 31 και οι Ευαίοι εποίησαν την Νιβχάζ και την Θαρθάκ και οι Σεπφαρουίμ κατέκαιον τους υιούς αυτών εν πυρί τω Αδραμέλεχ και Ανημελέχ θεοίς Σεπφαρουϊμ 32 και ήσαν φοβούμενοι τον κύριον και εποίησαν εαυτοίς ιερείς των υψηλών και εποίησαν εαυτοίς εν τοις οίκοις των υψηλών 33 τον κύριον εφοβούντο και τοις θεοίς αυτών ελάτρευον κατά το κρίμα των εθνών όθεν απώκισεν αυτούς εκείθεν 34 έως της ημέρας ταύτης αυτοί εποίουν κατά το κρίμα αυτών ουκ ήσαν φοβούμενοι τον κύριον και ουκ εποίησαν κατά τα δικαιώματα αυτών και κατά την κρίσιν αυτών και κατά τον νόμον και κατά την εντολήν ην ενετείλατο κύριος τοις υιοίς Ιακώβ ου έθηκε το όνομα αυτού Ισραήλ 35 και διέθετο κύριος μετ΄ αυτών διαθήκην και ενετείλατο αυτοίς λέγων ου φοβηθήσεσθε θεούς ετέρους και ου προσκυνήσετε αυτοίς και ου λατρεύσετε αυτοίς και ου θύσετε αυτοίς 36 ότι αλλ΄ η τω κυρίω ος ανήγαγεν υμάς εκ γης Αιγύπτου εν ισχύϊ μεγάλη και εν βραχίονι υψηλώ αυτόν φοβηθήσεσθε και αυτώ προσκυνήσετε και αυτώ θύσετε 37 και τα δικαιώματα αυτού και τα κρίματα και τας εντολάς και τον νόμον ον έγραψεν υμίν φυλάσσεσθε ποιείν πάσας τας ημέρας και ου φοβηθήσεσθε θεούς ετέρους 38 και την διαθήκην ην διέθετο μεθ΄ υμών ουκ επιλήσεσθε και ου φοβηθήσεσθε θεούς ετέρους 39 ότι αλλ΄ η τον κύριον τον θεόν υμών αυτον φοβηθήσεσθε και αυτός εξελείται υμάς εκ χειρός πάντων των εχθρών υμών 40 και ουκ ήκουσαν αλλ΄ η εν τοις δικαιώμασιν αυτών τοις πρώτοις αυτοί εποίουν 41 και ήσαν τα έθνη ταύτα φοβούμενοι τον κύριον και τοις γλυπτοίς αυτών εδούλευον και γε οι υιοί αυτών και οι υιοί των υιών αυτών καθώς εποίησαν οι πατέρες αυτών αυτοί ποιούσιν έως της ημέρας ταύτης
Copyright information for ABPGRK