2 Kings 18

CHAPTER 18

Hezekiah Reigns in Judah

και εγένετο εν έτει τρίτω τω Ωσηέ υιώ Ηλά βασιλέως Ισραήλ εβασίλευσεν Εζεκίας υιός Άχαζ βασιλέως Ιούδα υιός είκοσι και πέντε ετών ην εν τω βασιλεύειν αυτόν και είκοσι και εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Αβί θυγάτηρ Ζαχαρίου και εποίησε το ευθές εν οφθαλμοίς κυρίου κατά πάντα όσα εποίησε Δαυίδ ο πατήρ αυτού αυτός εξήρε τα υψηλά και συνέτριψε τας στήλας και τα άλση εξέκοψε και συνέκοψεν τον όφιν τον χαλκούν ον εποίησε Μωυσής ότι έως των ημερών εκείνων ήσαν οι υιοί Ισραήλ θυμιώντες αυτώ και εκάλεσεν αυτόν Νεεσθάν εν κυρίω θεώ Ισραήλ ήλπισε ουκ εγένετο μετ΄ αυτόν όμοιος αυτώ εν τοις βασιλύσιν Ιούδα και εν τοις γενομένοις έμπροσθεν αυτού και εκολλήθη τω κυρίω ουκ απέστη από όπισθεν αυτού και εφύλαξε τας εντολάς αυτού όσας ενετείλατο κύριος τω Μωυσή και ην κύριος μετ΄ αυτού εν πάσιν οις εποίησε συνήκεν και ηθέτησεν εν τω βασιλεί Ασσυρίων και ουκ εδούλευσεν αυτώ αυτός επάταξε τους αλλοφύλους έως Γάζης και έως ορίου αυτής από πύργου φυλασσόντων και έως πόλεως οχυράς και εγένετο εν τω έτει τω τετάρτω βασιλεί Εζεκίου αυτός ενιαυτός ο έβδομος τω Ωσηέ υιώ Ηλά βασιλεί Ισραήλ ανέβη Σαλμανασάρ βασιλεύς Ασσυρίων επί Σαμάρειαν και επολιόρκει αυτήν 10 και κατελάβετο αυτήν εις τέλους τριών ετών εν έτει έκτω του Εζεκίου αυτός ενιαυτός έννατος τω Ωσηέ βασιλεί Ισραήλ συνελήφθη Σαμάρεια 11 και απώκισε βασιλεύς Ασσυρίων την Σαμάρειαν εις Ασσυρίους και έθηκεν αυτούς εν Ελαά και εν Αβώρ ποταμώ Γωζάν και όροις Μήδων 12 ανθ΄ ων ουκ ήκουσαν της φωνής κυρίου του θεού αυτών και παρέβησαν την διαθήκην αυτού πάντα όσα ενετείλατο Μωυσής ο δούλος κυρίου και ουκ ήκουσαν και ουκ εποίησαν

Sennacherib Wars with Judah

13 και τω τεσσαρεσκαιδεκάτω έτει βασιλέως Εζεκίου ανέβη Σενναχηρίβ βασιλεύς Ασσυρίων επί τας πόλεις Ιούδα τας οχυράς και συνέλαβεν αυτάς 14 και απέστειλεν Εζεκίας βασιλεύς Ιούδα αγγέλους προς τον βασιλέα των Ασσυρίων εις Λαχίς λέγων ημάρτηκα αποστράφηθι απ΄ εμού ο εάν επιθής επ΄ εμέ βαστάσω και επέθηκεν ο βασιλεύς Ασσυρίων επί Εζεκίαν βασιλέα Ιούδα τριακόσια τάλαντα αργυρίου και τριάκοντα τάλαντα χρυσίου 15 και έδωκεν Εζεκίας παν το αργύριον το ευρεθέν εν οίκω κυρίου και εν θησαυροίς οίκου του βασιλέως 16 εν τω καιρώ εκείνω συνέκοψεν Εζεκίας ο βασιλεύς Ιούδα τας θύρας του ναού κυρίου και τα εστηριγμένα α εχρύσωσεν Εζεκίας ο βασιλεύς Ιούδα και έδωκεν αυτά τω βασιλεί Ασσυρίων 17 και απέστειλε βασιλεύς Ασσυρίων τον Θαρθάν και τον Ραψαρίς και τον Ραψάκην εκ Λάχις προς τον βασιλέα Εζεκίαν εν δυνάμει βαρεία εις Ιερουσαλήμ και ανέβησαν και ήλθον εις Ιερουσαλήμ και έστησαν εν τω υδραγωγώ της άνω κολυμβήθρας η εστιν εν τη οδώ του αγρού του γναφέως 18 και εβοήσαν προς Εζεκίαν και εξήλθε προς αυτούς Ελιακίμ υιός Χελκίου ο οικονόμος και Σωβνάς ο γραμματεύς και Ιωάχ ο υιός Ασάφ ο αναμιμνήσκων 19 και είπε προς αυτούς Ραψάκης είπατε δη προς Εζεκίαν τάδε λέγει ο βασιλεύς ο μέγας βασιλεύς Ασσυρίων τις η πεποίθησις αύτη ην πέποιθας 20 πλην λόγοι χειλέων και βουλή παράταξις γίνεται εις πόλεμον νυν ουν επί τινί πέποιθας ότι ηθέτησας εν εμοί 21 ιδού πέποιθας σαυτώ επί την ράβδον την καλαμίνην την τεθλασμένην ταύτην επ΄ Αίγυπτον ως εάν επιστηριχθή ανήρ επ΄ αυτήν εισελεύσεται εις την χείρα αυτού και τρήσει αυτήν ούτως εστί Φαραώ βασιλεύς Αιγύπτου πάσι τοις πεποιθόσιν επ΄ αυτόν 22 και εάν είπης προς με επί κύριον τον θεόν ημών πεποίθαμεν ουχί αυτός Εζεκίας απέστησεν τα υψηλά αυτού και τα θυσιαστήρια αυτού και είπε τω Ιούδα και τη Ιερουσαλήμ ενώπιον του θυσιαστηρίου τούτου προσκυνήσετε εν Ιερουσαλήμ 23 και νυν μίχθητε τω κυρίω μου τω βασιλεί Ασσυρίων και δώσω σοι δισχιλίους ίππους ει δυνήση δούναι σεαυτώ επιβάτας επ΄ αυτούς 24 και πως αποστρέψεις το πρόσωπον τοπάρχου ενός των δούλων του κυρίου μου των ελαχίστων και ήλπισας σαυτώ επ΄ Αίγυπτον εις άρματα και ιππείς 25 και νυν μη άνευ κυρίου ανέβημεν επί τον τόπον τούτον του διαφθείραι αυτόν κύριος είπε προς με ανάβηθι επί την γην ταύτην και διάφθειρον αυτήν 26 και είπεν Ελιακίμ υιός Χελκίου και Σοβνάς και Ιωάχ προς Ραψάκην λάλησον δη προς τους παιδάς σου Συριστί ότι ακούομεν ημεις και ου λαλήσεις προς ημάς Ιουδαϊστι εν τοις ωσί του λαού του επί του τείχους 27 και είπε προς αυτούς Ραψάκης μη προς τον κύριόν σου και προς σε απέστειλέ με ο κύριός μου λαλήσαι τους λόγους τούτους ουχί προς τους άνδρας τους καθημένους επί του τείχους του φαγείν την κόπρον αυτών και πιείν το ούρον αυτών μεθ΄ υμών άμα 28 και έστη Ραψάκης και εβόησε φωνή μεγάλη Ιουδαϊστι και ελάλησε και είπεν ακούσατε τους λόγους του βασιλέως του μεγάλου βασιλέως Ασσυρίων 29 τάδε λέγει ο βασιλεύς μη επαιρέτω υμάς Εζεκίας ότι ου μη δυνήται υμας εξελέσθαι εκ χειρός μου 30 και μη επελπιζέτω υμάς Εζεκίας επί κύριον λέγων εξαιρούμενος εξελείται ημάς ο κύριος και ου μη παραδοθή η πόλις αύτη εν χειρί βασιλέως Ασσυρίων 31 μη ακούετε Εζεκίου ότι τάδε λέγει ο βασιλεύς Ασσυρίων ποιήσατε μετ΄ εμού ευλογίαν και εξέλθατε προς με και φάγεται έκαστος την άμπελον αυτού και έκαστος την συκήν αυτού και πίεται έκαστος το ύδωρ του λάκκου αυτού 32 έως αν έλθω και λάβω υμάς εις γην ως την γην υμών γην σίτου και οίνου και άρτου και αμπελώνων γην ελαίου και μελίτος και ζήσετε και ουκ αποθανείσθε και μη ακούετε Εζεκίου ότι απατά υμάς λέγων κύριος εξελείται υμάς 33 μη ρυόμενοι ερρύσαντο οι θεοί των εθνών έκαστος την γην αυτού εκ χειρός βασιλέως Ασσυρίων 34 που εστίν ο θεός Αιμάθ και Αρφάδ που εστίν ο θεός Σεπφαρουϊμ Ανά και Αούα μη εξείλαντο την Σαμάρειαν εκ χειρός μου 35 τις εν πάσι τοις θεοίς των γαιών ος εξείλετο την γην αυτόυ εκ χειρός μου ότι εξελείται κύριος την Ιερουσαλήμ εκ χειρός μου 36 και εσιώπησαν και ουκ απεκρίθησαν αυτώ λόγον ότι εντολή του βασιλέως λέγων ουκ αποκριθήσεσθε αυτώ 37 και εισήλθεν Ελιακίμ υιός Χελκίου ο οικονόμος και Σοβνάς ο γραμματεύς και Ιωάχ υιός Ασάφ ο αναμιμνήσκων προς Εζεκίαν διερρηχότες τα ιμάτια και ανήγγειλαν αυτώ τους λόγους Ραψάκου
Copyright information for ABPGRK