2 Kings 19

CHAPTER 19

Hezekiah Distressed Over Syria's Threats

και εγένετο ως ήκουσεν ο βασιλεύς Εζεκίας και διέρρηξε τα ιμάτια αυτού και περιεβάλετο σάκκον και εισήλθεν εις τον οίκον κυρίου και απέστειλεν Ελιακίμ τον οικονόμον και Σοβνάν τον γραμματέα και τους πρεσβυτέρους των ιερέων περιβεβλημένους σάκκους προς Ησαϊαν υιόν Αμώς τον προφήτην και είπον προς αυτόν τάδε λέγει Εζεκίας ημέρα θλίψεως και ελεγμού και παροργισμού η ημέρα αύτη ότι ήλθον οι υιοί έως ωδίνων και ουκ έστι ισχύς τη τικτούση ει πως εισακούσεται κύριος ο θεός σου πάντας τους λόγους Ραψάκου ον απέστειλεν αυτόν βασιλεύς Ασσυρίων ο κυριός αυτού ονειδίζειν θεόν ζώντα και ελέγχειν εν λόγοις ους ήκουσε κύριος ο θεός σου και λήψη προσευχήν υπερ του λείμματος του ευρισκομένου και ήλθον οι παίδες του βασιλέως Εζεκίου προς Ησαίαν και είπεν αυτοίς Ησαάς ούτως ερείτε προς τον κύριον υμών τάδε λέγει κύριος μη φοβηθής από των λόγων ων ήκουσας ων εβλασφήμησαν εις εμέ τα παιδάρια του βασιλέως Ασσυρίων ιδού εγώ δίδωμι πνεύμα εν αυτώ και ακούσεται αγγελίαν και αποστραφήσεται εις την γην αυτού και καταβαλώ αυτόν εν ρομφαία εν τη γη αυτού και επέστρεψε Ραψάκης και εύρε τον βασιλέα Ασσυρίων πολεμούντα επί Λοβνά ότι ήκουσεν ότι απήρεν από Λάχις και ήκουσε περί Θαρακά βασιλέως Αιθιόπων λέγων ιδού εξελήλυθε του πολεμήσαί σε και επέστρεψε και απέστειλεν αγγέλους προς Εζεκίαν λέγων 10 τάδε ερείτε προς Εζεκίαν βασιλέα Ιούδα μη σε απατάτω ο θεός σου ω συ πέποιθας επ΄ αυτώ λέγων ου μη παραδοθή Ιερουσαλήμ εις χείρας βασιλέως Ασσυρίων 11 ιδού συ ήκουσας πάντα όσα εποίησαν βασιλείς Ασσυρίων πάσαις ταις γαις ως εξωλόθρευωσαν αυτάς και πως συ ρυσθήση 12 μη εξείλαντο οι θεοί των εθνών ους διέφθειραν οι πατέρες μου την τε Γοζάν και την Χαρράν και Ρασέφ και τους υιούς Αδέν τους εν Θαλασσάρ 13 που εστίν ο βασιλεύς Αιμάθ και ο βασιλεύς Αρφάδ και ο βασιλεύς της πόλεως Σεπφαρουϊμ Ανά και Αουά

Hezekiah Reads the Scrolls

14 και έλαβεν Εζεκίας τα βιβλία εκ χειρός των αγγέλων και ανέγνω αυτά και ανέβη εις οίκον κυρίου και ανέπτυξεν αυτά Εζεκίας εναντίον κυρίου 15 και προσηύξατο ο Εζεκίας προς κύριον λέγων κύριε ο θεός Ισραήλ ο καθήμενος επί των χερουβίμ συ ει ο θεός μόνος εν πάσαις ταις βασιλείαις της γης συ εποίησας τον ουρανόν και την γην 16 κλίνον κύριε το ους σου και άκουσον άνοιξον κύριε τους οφθαλμούς σου και ίδε και άκουσον τους λόγους Σενναχηρίβ ους απέστειλεν ονειδίζειν θεόν ζώντα 17 ότι αληθεία κύριε ηρήμωσαν βασιλείς Ασσυρίων τα έθνη και πάσαν την γην αυτών 18 και έδωκαν τους θεούς αυτών εις το πυρ ότι ου θεοί εισιν αλλ΄ η έργα χειρών ανθρώπων ξύλα και λίθοι και απώλεσαν αυτούς 19 και νυν κύριε ο θεός ημών σώσον ημάς εκ χειρός αυτού και γνώσονται πάσαι αι βασιλείαι της γης ότι συ ει κύριος ο θεός μόνος 20 και απέστειλεν Ησαϊας υιός Αμώς προς Εζεκίαν λέγων τάδε λέγει κύριος ο θεός Ισραήλ ήκουσα α προσηύξω προς με περί Σενναχηρίβ βασιλέως Ασσυρίων 21 ούτος ο λόγος ον ελάλησε κύριος προς αυτόν εξουδένωσέ σε και εμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών επί σοι κεφαλήν αυτής εκίνησε θυγάτηρ Ιερουσαλήμ 22 τίνα ωνείδισας και εβλασφήμησας και επί τίνα ύψωσας την φωνήν σου και ήρας εις ύψος τους οφθαλμούς σου εις τον άγιον του Ισραήλ 23 εν χειρί αγγέλων σου ωνείδικας τον κύριον και είπας εν τω πλήθει των αρμάτων μου εγώ ανέβην εις ύψος ορέων μήρους του Λιβάνου και έκοψα το μέγεθος της κέδρου αυτού τα εκλεκτά κυπαρίσσων αυτού και ήλθον εις μέσον δρυμόυ Καρμήλου 24 εγώ έψυξα και έπιον ύδατα αλλότρια και εξηρήμωσα τω ίχνει των ποδών μου πάντας τους ποταμούς περιοχής 25 ουκ ήκουσας ότι μακρόθεν εγώ εποίησα αυτήν εξ ημερών αρχής έπλασα αυτήν και νυν ήγαγον αυτήν και εγένετο εις επάρσεις αποικεσιών μαχίμων πόλεις οχυράς 26 και οι ενοικούντες εν αυταίς ησθένησαν τη χειρί έπτηξαν και κατησχύνθησαν εγένοντο ως χόρτος αγρού και χλωρά βοτάνη ως χλόη δωμάτων και πάτημα απέναντι εστηκότος 27 και την καθέδραν σου και την έξοδόν σου και την είσοδόν σου και τον θυμόν σου επ΄ εμέ έγνων 28 διά το οργισθήναί σε επ΄ εμέ και το στρήνός σου ανέβη εν τοις ωσί μου και θήσω το άγκιστρόν μου εις τους μυκτήράς σου και χαλινόν εν τοις χείλεσί σου και αποστρέψω σε εν τη οδώ η ήλθες εν αυτή 29 και τούτό σοι το σημείον φαγή τούτον τον ενιαυτόν αυτόματα και εν τω έτει τω δευτέρω τα ανατέλλοντα και τω έτει τω τρίτω σπερείτε και αμήσετε και φυτεύσετε αμπελώνας και φάγεσθε τον καρπόν αυτών 30 και προσθήσει τον διασεσωσμένον οίκου Ιούδα το υπολειφθέν ρίζαν κάτω και ποιήσει καρπόν άνω 31 ότι εξ Ιερουσαλήμ εξελεύσεται κατάλειμμα και ανασωζόμενος εξ όρους Σιών ο ζήλος κυρίου των δυνάμεων ποιήσει τούτο 32 δια τούτο τάδε λέγει κύριος προς βασιλέα Ασσυρίων ουκ εισελεύσεται εις την πόλιν ταύτην και ου τοξεύσει εκεί βέλος και ου προφθάσει αυτήν θυρεώ ουδέ εκχέη επ΄ αυτήν πρόσχωμα 33 τη οδώ η ήλθεν εν αυτή αποστραφήσεται και εις την πόλιν ταύτην ουκ εισελεύσεται φησί κύριος 34 και υπερασπιώ υπέρ της πόλεως ταύτης του σώσαι αυτήν δι΄ εμέ και διά Δαυίδ τον δούλόν μου

The Angel of The LORD Strikes the Assyrians

35 και εγένετο έως νυκτός και εξήλθεν άγγελος κυρίου και επάταξεν εν τη παρεμβολή των Ασσυρίων εκατόν ογδοηκονταπέντε χιλιάδας και ώρθρισαν το πρωϊ και ιδού πάντες σώματα νεκρά 36 και απήρε και απέστρεψε και επορεύθη Σενναχηρίβ βασιλεύς Ασσυρίων και ώκησεν εν Νινευή 37 και εγένετο αυτού προσκυνούντος εν τω οίκω Νεσράχ του θεού αυτού Αδραμέλεχ και Σαρασάρ οι υιοί αυτού επάταξαν αυτόν εν μαχαίρα και αυτοί εσώθησαν εις γην Αραράτ και εβασίλευσεν Ασορδάν ο υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK