2 Kings 20

CHAPTER 20

Hezekiah's Infirmity

1εν ταις ημέραις εκείναις ηρρώστησεν Εζεκίας έως θάνατου και εισήλθε προς αυτόν Ησαϊας υιός Αμώς ο προφήτης και είπε προς αυτόν τάδε λέγει κύριος έντειλαι περί του οίκου σου ότι αποθνήσκεις συ και ου ζήση 2και απέστρεψεν Εζεκίας το πρόσωπον αυτού προς τον τοίχον και προσηύξατο προς κύριον λέγων 3κύριε μνήσθητι δη όσα περιεπάτησα ενώπιόν σου εν αληθεία και εν καρδία τελεία και το αγαθόν εν οφθαλμοίς σου εποίησα και έκλαυσεν Εζεκίας εν κλαυθμώ μεγάλω 4και ην Ησαϊας εν τη αυλή τη μέση και ρήμα κυρίου εγένετο προς αυτόν λέγων 5επίστρεψον και ερείς προς Εζεκίαν τον ηγούμενον του λαού μου τάδε λέγει κύριος ο θεός Δαυίδ του πατρός σου ήκουσα της προσευχής σου και είδον τα δάκρυά σου ιδού εγώ ιάσομαί σε τη ημέρα τη τρίτη και αναβήση εις οίκον κυρίου 6και προσθήσω επί τας ημέρας σου πεντεκαίδεκα έτη και εκ χειρός βασιλέως Ασσυρίων σώσω σε και την πόλιν ταύτην και υπερασπίω υπέρ της πόλεως ταύτης δι΄ εμέ και διά Δαυίδ τον δούλόν μου 7και είπεν Ησαϊας λαβέτωσαν παλάθην συκών και επιθέτωσαν επί το έλκος και υγιάσει 8και είπεν Εζεκίας προς Ησαϊαν τι το σημείον ότι ιάσεταί με κύριος και αναβήσομαι εις οίκον κυρίου τη ημέρα τη τρίτη 9και είπεν Ησαϊας τούτό σοι το σημείον παρά κυρίου ότι ποίησει κύριος τον λόγον ον ελάλησε πορεύσεται η σκιά δέκα αναβαθμούς η αναστρέψει δέκα αναβαθμούς

God Returns the Shadow Ten Stairs

10και είπεν Εζεκίας κούφον την σκιάν κλίναι δέκα αναβαθμούς ουκ ούτως αλλ΄ αποστραφήτω η σκιά δέκα αναβαθμούς εις το οπίσω 11και εβόησεν Ησαϊας ο προφήτης προς κύριον και επέστρεψεν η σκιά εν τοις αναβαθμοίς Άχαζ οις κατεβη τους δέκα αναβαθμούς εις τα οπίσω 12εν τω καιρώ εκείνω απέστειλε Βαρωδάχ Βαλαδάν υιός Βαλαδάν βασιλεύς Βαβυλώνος επιστολάς και δώρα προς Εζεκίαν ήκουσεν γαρ ότι ηρρώστησεν Εζεκίας 13και εχάρη επ΄ αυτοίς Εζεκίας και έδειξεν αυτοίς πάντα το οίκον του νεχωθά το αργύριον και το χρυσίον τα αρώματα και το έλαιον το αγαθόν και τον οίκον των σκευών αυτού και πάντα όσα ηυρέθη εν τοις θησαυροίς αυτού ουκ ην τόπος ον ουκ εδείξεν αυτοίς Εζεκίας εν τω οίκω αυτού και εν παντί τη εξουσία αυτού 14και εισήλθεν Ησαϊας ο προφήτης προς Εζεκίαν τον βασιλέα και είπε αυτώ τι ελάλησαν οι άνδρες ούτοι και πόθεν ήκον προς σε και είπεν Εζεκίας εκ γης πόρρωθεν ήκον προς με εκ Βαβυλώνος 15και είπε τι είδον εν τω οίκω σου και είπεν Εζεκίας πάντα όσα εν τω οίκω μου είδον ουκ ην εν τω οίκω μου ο ουκ έδειξα αυτοίς και εν τοις θησαυροίς μου

The Coming Babylonian Captivity

16και είπεν Ησαϊας προς Εζεκίαν άκουσον τον λόγον κυρίου 17ιδού ημέραι έρχονται φησί κύριος και αρθήσεται πάντα τα εν τω οίκω σου και όσα εθησαύρισαν οι πατέρες σου έως της ημέρας ταύτης εις Βαβυλώνα ουχ υπολειφθήσεται ρήμα είπε κύριος 18και από των υιών σου των εξεληλυθότων εκ σου ων εγέννησας λήψονται και έσονται ευνούχοι εν τω οίκω του βασιλέως Βαβυλώνος 19και είπεν Εζεκίας προς Ησαϊαν αγαθός ο λόγος κυρίου ον ελάλησεν έστω ειρήνη και δικαιοσύνη εν ταις ημέραις μου 20και τα λοιπά των λόγων Εζεκίου και πάσα όσα εποίησε και πάσα η δυναστεία αυτού και την κρήνην και τον υδραγωγόν και εισήγαγε το ύδωρ εις την πόλιν ουκ ιδού ταύτα γέγραπται επί βιβλίου λόγων ημερών των βασιλέων Ιούδα 21και εκοιμήθη Εζεκίας μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ και εβασίλευσε Μανασσής υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK