2 Kings 22

CHAPTER 22

Josiah Reigns in Judah

1υιός οκτώ ετών Ιωσίας εν τω βασιλεύειν αυτόν και τριάκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Ιεδδίδα θυγάτηρ Εδεϊά εκ Βασουκώθ 2και εποίησε το ευθές εν οφθαλμοίς κυρίου και επορεύθη εν πάση οδώ Δαυίδ του πατρός αυτού ουκ απέστη δεξιά και αριστερά 3και εγένετο εν τω οκτωκαιδεκάτω έτει τω βασιλεί Ιωσίου απέστειλεν ο βασιλεύς τον Σαπφάν υιόν Εσελίου υιόυ Μεσολλάμ τον γραμματέα οίκου κυρίου λέγων 4ανάβηθι προς Χελκίαν τον ιερέα τον μέγαν και σφράγισον το αργύριον το εισενεχθέν εν τω οίκω κυρίου ο συνήγαγον οι φυλάσσοντες τον σταθμόν παρά του λαού 5και δοθήτω επί χείρα των ποιούντων τα έργα των καθεσταμένων εν τω οίκω κυρίου και έδωκεν αυτό τοις ποιούσι τα έργα εν οίκω κυρίου του κατισχύσαι το βεδέκ του οίκου 6τοις τέκτοσι και τοις οικοδόμοις και τοις τειχισταίς και του κτήσασθαι ξύλα και λίθους λατομητούς του κραταιώσαι το βεδέκ του οίκου 7πλην ουκ εξελογίζοντο αυτούς το αργύριον το διδόμενον αυτοίς ότι εν πίστει αυτοί ποίουσι

The Scroll of the Law Found

8και είπε Χελκίας ο ιερεύς ο μέγας προς Σαπφάν τον γραμματέα βιβλίον του νόμου εύρον εν οίκω κυρίου και έδωκε Χελκίας τω Σαπφάν το βιβλίον και ανέγνω αυτό 9και εισήλθε Σαφάν τω βασιλεί Ιωσίας και επέστρεψε τω βασιλεί λόγον και είπεν εχώνευσαν οι δούλοί σου το αργύριον το ευρεθέν εν οίκω κυρίου και έδωκαν αυτό επί χείρα των ποιούντων τα έργα των καθεσταμένων εν οίκω κυρίου 10και απήγγειλε Σαπφάν ο γραμματεύς τω βασιλέι λέγων βιβλίον έδωκέ μοι Χελκίας ο ιερεύς και ανέγνω αυτό Σαπφάν ενώπιον του βασιλέως 11και εγένετο ως ήκουσεν ο βασιλεύς τους λόγους του βιβλίου του νόμου και διέρρηξε τα ιμάτια αυτού 12και ενετείλατο ο βασιλεύς τω Χελκία τω ιερεί και τω Αχικάμ υιώ Σαπφάν και τω Αχοβώρ υιώ Μιχαίου και τω Σαπφάν τω γραμματεί και τω Ασαϊα τω δούλω του βασιλέως λέγων 13δεύτε εκζητήσατε τον κύριον περί εμού και περί παντός του λαού μου και περί παντός Ιούδα περι των λόγων του βιβλίου τούτου του ευρεθέντος ότι μεγάλη η οργή κυρίου η εκκεκαυμένη εν ημίν διότι ουκ ήκουσαν οι πατέρες ημών των λόγων του βιβλίου τούτου του ποιείν κατά πάντα τα γεγραμμένα καθ΄ ημών 14και επορεύθη Χελκίας ο ιερεύς και Αχικάμ και Αχοβώρ και Σαπφάν και Ασαϊας προς Ελδάν την προφήτην γυναίκα Σελλήμ υιόυ Θεκουέ υιόυ Αράς του ιματιοφύλακος και αυτή κατώκει εν Ιερουσαλήμ εν τη Μασενά και ελάλησαν προς αυτήν 15και είπεν προς αυτούς τάδε λέγει κύριος ο θεός Ισραήλ είπατε τω ανδρί τω αποστείλαντι υμάς προς με 16τάδε λέγει κύριος ιδού εγώ επάγω κακά επί τον τόπον τούτον και επί τους κατοικούντας εν αυτώ πάντας τους λόγους του βιβλίου ου ανέγνω ο βασιλεύς Ιούδα 17ανθ΄ ων εγκατέλιπόν με και εθυμίασαν θεοίς ετέροις ίνα παροργίσωσι με εν πάσι τοις έργοις των χειρών αυτών και εκκαυθήσεται θυμός μου εν τω τόπω τούτω και ουκ σβεσθήσεται 18προς δε τον βασιλέα Ιούδα τον αποστείλαντα υμάς του εκζητήσαι τον κύριον ούτως ερείτε προς αυτόν τάδε λέγει κύριος ο θεός Ισραήλ οι λόγοι ους ήκουσας 19 ανθ΄ ων ότι ηπαλύνθη η καρδία σου και ενετράπης από προσώπου μου ως ήκουσας όσα ελάλησα επί τον τόπον τούτον και επί τους ενοικούντας αυτόν του είναι εις αφανισμόν και εις κατάραν και διέρρηξας τα ιμάτιά σου και έκλαυσας ενώπιόν μου και γε εγώ ήκουσα λέγει κύριος 20ουχι ούτως ιδού εγώ προστίθημι σε προς τους πατέρας σου και συναχθήση εις τον τάφον σου εν ειρήνη και ουκ όψονται οι όφθαλμοί σου πάντα τα κακά α εγώ επάγω επί τον τόπον τούτον και επέστρεψαν τω βασιλεί το ρήμα
Copyright information for ABPGRK