2 Kings 3

CHAPTER 3

War against Edom and Moab

και Ιωράμ υιός Αχαάβ εβασίλευσεν εν Ισραήλ εν Σαμαρεία εν οκτωκαιδεκάτω έτει Ιωσαφάτ βασιλέως Ιούδα και εβασίλευσε δώδεκα έτη και εποίησε το πονηρόν εν οφθαλμοίς κυρίου πλην ουχ ως ο πατήρ αυτού και η μήτηρ αυτού και μετέστησε τας στήλας του Βάαλ ας εποίησεν ο πατήρ αυτού πλην εν ταις αμαρτίαις Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ εκολλήθη ουκ απέστη απ΄ αυτής και Μεσά βασιλεύς Μωάβ ην νωκήδ και επέστρεφε τω βασιλεί Ισραήλ εκατόν χιλιάδας αρνών και εκατόν χιλιάδας κριών επί πόκων και εγένετο μετά το αποθανείν Αχαάβ ηθέτησε Μωάβ εν βασιλεί Ισραήλ και εξήλθεν ο βασιλεύς Ιωράμ εν τη ημέρα εκείνη εκ Σαμαρείας και επεσκέψατο τον Ισραήλ και επορεύθη και απέστειλε προς Ιωσαφάτ βασιλέα Ιούδα λέγων βασιλεύς Μωάβ ηθέτησεν εν εμοί ει πορεύση μετ΄ εμού επι Μωάβ εις πόλεμον και είπεν πορεύσομαι όμοιός σοι όμοιος εμοι ως ο λαός σου ο λαός μου ως οι ίπποι σου οι ίπποι μου και είπε ποια οδώ αναβησόμεθα και είπεν οδόν ερήμου Εδώμ και επορεύθη ο βασιλεύς Ισραήλ και ο βασιλεύς Ιούδα και ο βασιλεύς Εδώμ και εκύκλωσαν οδόν επτά ημερών και ουκ ην ύδωρ τη παρεμβολή και τοις κτήνεσι τοις εν τοις ποσίν αυτών 10 και είπεν ο βασιλεύς Ισραήλ ω ότι κέκληκε κύριος τους τρεις βασιλείς τούτους παραδούναι αυτούς εις χείρα Μωάβ 11 και είπεν Ιωσαφάτ προς αυτόν ουκ έστιν ώδε προφήτης του κυρίου και επιζητήσωμεν τον κύριον παρ΄ αυτού και απεκρίθη εις των παίδων του βασιλέως Ισραήλ και είπεν ώδε Ελισεαί υιός Σαφάτ ος επέχεεν ύδωρ επί χείρας Ηλίου 12 και είπεν Ιωσαφάτ έστιν εν αυτώ ρήμα κυρίου και κατέβη προς αυτόν βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα και ο βασιλεύς Εδώμ 13 και είπεν Ελισεαί προς βασιλέα Ισραήλ τι εμοί και σοι δεύρο προς τους προφήτας του πατρός σου και προς τους προφήτας της μητρός σου και είπεν αυτώ ο βασιλεύς Ισραήλ μη ότι κέκληκε κύριος τους τρεις βασιλείς τούτους του παραδούναι αυτούς εις χείρας Μωάβ

Moab Defeated by the Kings

14 και είπεν Ελισεαί ζη κύριος των δυνάμεων ω παρέστην ενώπιον αυτού ότι ει μη πρόσωπον του Ιωσαφάτ βασιλέως Ιούδα εγώ λαμβάνω ει επέβλεψα προς σε η είδόν σε 15 και νυν λάβετέ μοι ψάλλοντα και εγένετο ως έψαλλεν ο ψάλλων και εγένετο επ΄ αυτόυ χειρ κυρίου 16 και είπε τάδε λέγει κύριος ποιήσατε τον χειμάρρουν τούτον βοθύνους βοθύνους 17 ότι τάδε λέγει κύριος ουκ όψεσθε πνεύμα και ουκ όψεσθε υετόν και ο χειμάρρους ούτος πλησθήσεται ύδατος και πίεσθε υμείς και αι κτήσεις υμών και τα κτήνη υμών 18 και κούφη αυτή εν οφθαλμοίς κυρίου και παραδώσω την Μωάβ εν χείρας υμών 19 και πατάξετε πάσαν πόλιν οχυράν και πάσαν πόλιν εκλεκτήν και παν ξύλον αγαθόν καταβαλείτε και πάσας πηγάς ύδατος εμφράξετε και πάσαν μερίδα αγαθήν αχρειώσετε εν λίθοις 20 και εγένετο εν τη πρωϊα αναβαινούσης της θυσίας και ιδού ύδατα ήρχετο εξ οδού Εδώμ και επλήσθη η γη των ύδατων 21 και πάσα Μωάβ ήκουσαν ότι ανέβησαν οι βασιλείς πολεμήσαι αυτούς και ανεβόησαν εκ παντός περιεζωσμένοι ζώνην και επάνω και έστησαν επί του ορίου 22 και ώρθρισαν τοπρωϊ και οι ήλιος ανέτειλεν επί τα ύδατα και είδε Μωάβ τα ύδατα εξεναντίας πυρρά ωσεί αίμα 23 και είπαν αίμα τούτο ρομφαίας εμαχέσαντο οι βασιλείς και επάταξεν έκαστος ανήρ τον πλησίον αυτού και νυν επί τα σκύλα Μωάβ 24 και εισήλθον εις την παρεμβολήν Ισραήλ και Ισραήλ ανέστησαν και επάταξαν την Μωάβ και έφυγον από προσώπου αυτών και εισήλθον εισπορευόμενοι και τύπτοντες την Μωάβ 25 και τας πόλεις καθείλον και πάσαν μερίδα αγαθήν έρριψαν ανήρ τον λίθον αυτού και ενέπλησαν αυτήν και πάσαν πηγήν ύδατος ενέφραξαν και παν ξύλον αγαθόν κατέβαλον έως του καταλιπείν τους λίθους του τοίχου καθηρημένους και εκύκλωσαν οι σφενδονήται και επάταξαν αυτήν 26 και είδεν ο βασιλεύς Μωάβ ότι εκραταίωσεν υπέρ αυτόν ο πόλεμος και έλαβε μεθ΄ εαυτού επτακοσίους άνδρας εσπασμένους ρομφαίαν διακόψαι προς βασιλέα Εδώμ και ουκ ηδυνήθησαν 27 και έλαβε τον υιόν αυτού τον πρωτότοκον ον εβασίλευσεν αντ΄ αυτού και ανήνεγκεν αυτόν ολοκαύτωμα επί το τείχος και εγένετο μετάμελος μέγας εν Ισραήλ και απήραν απ΄ αυτού και επέστρεψαν εις την γην
Copyright information for ABPGRK