2 Peter 1

CHAPTER 1

Exhortation for Godly Living

1Σύμεων Πέτρος δούλος και απόστολος Ιησού χριστού τοις ισότιμον ημίν λαχούσι πίστιν εν δικαιοσύνη του θεού ημών και σωτήρος Ιησού χριστού 2χάρις υμίν και ειρήνη πληθυνθείη εν επιγνώσει του θεού και Ιησού του κυρίου ημών 3ως πάντα ημίν της θείας δυνάμεως αυτού τα προς ζωήν και ευσέβειαν δεδωρημένης διά της επιγνώσεως του καλέσαντος ημάς διά δόξης και αρετής 4δι΄ ων τα τίμια ημίν και μέγιστα επαγγέλματα δεδώρηται ίνα διά τούτων γένησθε θείας κοινωνοί φύσεως αποφυγόντες της εν κόσμω εν επιθυμία φθοράς 5και αυτό τούτο δε σπουδήν πάσαν παρεισενέγκαντες επιχορηγήσατε εν τη πίστει υμών την αρετήν εν δε τη αρετή την γνώσιν 6εν δε τη γνώσει την εγκράτειαν εν δε τη εγκρατεία την υπομονήν εν δε τη υπομονή την ευσέβειαν 7εν δε τη ευσεβεία την φιλαδελφίαν εν δε τη φιλαδελφία την αγάπην 8ταύτα γαρ υμίν υπάρχοντα και πλεονάζοντα ουκ αργούς ουδέ ακάρπους καθίστησιν εις την του κυρίου ημών Ιησού χριστού επίγνωσιν 9ω γαρ μη πάρεστι ταύτα τυφλός εστι μυωπάζων λήθην λαβών του καθαρισμού των πάλαι αυτού αμαρτιών 10διό μάλλον αδελφοί σπουδάσατε βέβαιαν υμών την κλήσιν και εκλογήν ποιείσθαι ταύτα γαρ ποιούντες ου μη πταίσητέ ποτε 11ούτω γαρ πλουσίως επιχορηγηθήσεται υμίν η είσοδος εις την αιώνιον βασιλείαν του κυρίου ημών και σωτήρος Ιησού χριστού 12διό ουκ αμελήσω υμάς αεί υπομιμνήσκειν περί τούτων καίπερ ειδότας και εστηριγμένους εν τη παρούση αληθεία 13δίκαιον δε ηγούμαι εφ΄ όσον ειμί εν τούτω τω σκηνώματι διεγείρειν υμάς εν υπομνήσει 14ειδώς ότι ταχινή εστιν η απόθεσις του σκηνώματός μου καθώς και ο κύριος ημών Ιησούς χριστός εδήλωσέ μοι 15σπουδάσω δε και εκάστοτε έχειν υμάς μετά την εμήν έξοδον την τούτων μνήμην ποιείσθαι 16ου γαρ σεσοφισμένοις μύθοις εξακολουθήσαντες εγνωρίσαμεν υμίν την του κυρίου ημών Ιησού χριστού δύναμιν και παρουσίαν αλλ΄ επόπται γενηθέντες της εκείνου μεγαλειότητος 17λαβών γαρ παρά θεού πατρός τιμήν και δόξαν φωνής ενεχθείσης αυτώ τοιάσδε υπό της μεγαλοπρεπούς δόξης ούτός εστιν ο υιός μου ο αγαπητός εις ον εγώ ευδόκησα 18και ταύτην την φωνήν ημείς ηκούσαμεν εξ ουρανού ενεχθείσαν συν αυτώ όντες εν τω όρει τω αγίω

The Prophetic Word

19και έχομεν βεβαιότερον τον προφητικόν λόγον ω καλώς ποιείτε προσέχοντες ως λύχνω φαίνοντι εν αυχμηρώ τόπω έως ου ημέρα διαυγάση και φωσφόρος ανατείλη εν ταις καρδίαις υμών 20τούτο πρώτον γινώσκοντες ότι πάσα προφητεία γραφής ιδίας επιλύσεως ου γίνεται 21ου γαρ θελήματι ανθρώπου ηνέχθη ποτέ προφητεία αλλά υπό πνεύματος αγίου φερόμενοι ελάλησαν οι άγιοι θεού άνθρωποι
Copyright information for ABPGRK